κόλασιν; Τί οὐ καταδεχόμεθα τὴν δωρεάν; Τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν, καὶ ζωὴν ἀντικαταλλασσόμενοι θανάτου; 10.95.2 "Ἰδοὺ τέθεικα πρὸ προσώπου ὑμῶν", φησί, "τὸν θάνατον καὶ τὴν ζωήν." Πειράζει σε ὁ κύριος ἐκλέξασθαι τὴν ζωήν, συμβουλεύει σοι ὡς πατὴρ πείθεσθαι τῷ θεῷ. "Ἐὰν γὰρ ἀκούσητέ μου", φησί, "καὶ θελήσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε," ὑπακοῆς ἡ χάρις· "ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ θελήσητε, μάχαιρα ὑμᾶς καὶ πῦρ κατέδεται," παρακοῆς ἡ κρίσις. "Τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα"· νόμος ἀληθείας λόγος κυρίου· βούλεσθε ὑμῖν ἀγαθὸς γένωμαι 10.95.3 σύμβουλος; Ἀλλ' ὑμεῖς μὲν ἀκούσατε· ἐγὼ δέ, εἰ δυνατόν, ἐνδείξομαι. Ἐχρῆν μὲν ὑμᾶς, ὦ ἄνθρωποι, αὐτοῦ πέρι ἐννοουμένους τοῦ ἀγαθοῦ ἔμφυτον ἐπάγεσθαι πίστιν, μάρτυρα ἀξιόχρεων αὐτόθεν οἴκοθεν, περιφανῶς αἱρουμένην τὸ βέλτιστον, μηδὲ ζητεῖν εἰ μεταδιωκτέον, <τὸ δ' ἀγαθὸν> 10.95.4 ἐκπονεῖν. Καὶ γὰρ εἴ τῳ μεθυστέον, φέρε εἰπεῖν, ἀμφιβάλλειν χρή· ὑμεῖς δὲ πρὶν ἢ ἐπισκέψασθαι μεθύετε· καὶ εἰ ὑβρισ τέον, οὐ πολυπραγμονεῖτε, ἀλλ' ᾗ τάχος ὑβρίζετε. Μόνον δ' ἄρα εἰ θεοσεβητέον, ζητεῖτε, καὶ εἰ τῷ σοφῷ τούτῳ [δὴ] τῷ θεῷ καὶ τῷ Χριστῷ κατακολουθητέον, τοῦτο δὴ βουλῆς καὶ σκέψεως ἀξιοῦτε, οὐδ' ὃ πρέπει θεῷ, ὅ τι ποτέ ἐστι, νενοηκότες. 10.96.1 Πιστεύσατε ἡμῖν κἂν ὡς μέθῃ, ἵνα σωφρονήσητε· πιστεύσατε κἂν ὡς ὕβρει, ἵνα ζήσητε. Εἰ δὲ καὶ πείθεσθαι βούλεσθε τὴν ἐναργῆ τῶν ἀρρήτων ἐποπτεύσαντες πίστιν, φέρε ὑμῖν ἐκ περιουσίας τὴν περὶ τοῦ λόγου παραθήσομαι 10.96.2 πειθώ. Ὑμεῖς δέ, οὐ γὰρ τὰ πάτρια ὑμᾶς ἔτι τῆς ἀληθείας ἀπασχολεῖ ἔθη προκατηχημένους, ἀκούοιτ' ἂν ἤδη τὸ μετὰ τοῦτο ὅπως ἔχει· καὶ δὴ μή τις ὑμᾶς τοῦδε τοῦ ὀνόματος αἰσχύνη προκαταλαμβανέτω, "ἥτ' ἄνδρας μέγα σίνεται," 10.96.3 παρατρέπουσα σωτηρίας. Ἀποδυσάμενοι δ' οὖν περιφανῶς ἐν τῷ τῆς ἀληθείας σταδίῳ γνησίως ἀγωνιζώμεθα, βρα βεύοντος μὲν τοῦ λόγου τοῦ ἁγίου, ἀγωνοθετοῦντος δὲ τοῦ δεσπότου τῶν ὅλων. Οὐ γὰρ σμικρὸν ἡμῖν τὸ ἆθλον ἀθανασία 10.96.4 πρόκειται. Μὴ οὖν ἔτι φροντίζετε μηδὲ [εἰ] ὀλίγον, τί ὑμᾶς ἀγορεύουσι σύρφακές τινες ἀγοραῖοι, δεισιδαιμονίας ἄθεοι χορευταί, ἀνοίᾳ καὶ παρανοίᾳ ἐς αὐτὸ ὠθούμενοι τὸ βάραθρον, εἰδώλων ποιηταὶ καὶ λίθων προσκυνηταί· οἵδε γὰρ ἀνθρώ πους ἀποθεοῦν τετολμήκασι, τρισκαιδέκατον Ἀλέξανδρον τὸν Μακεδόνα ἀναγράφοντες θεόν, "ὃν Βαβυλὼν ἤλεγξε νεκρόν". 10.97.1 Ἄγαμαι τοίνυν τὸν Χῖον σοφιστήν, Θεόκριτος ὄνομα αὐτῷ· μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπισκώπτων ὁ Θεόκριτος τὰς δόξας τὰς κενὰς τῶν ἀνθρώπων ἃς εἶχον περὶ θεῶν, πρὸς τοὺς πολίτας "ἄνδρες," εἶπεν, "θαρρεῖτε ἄχρις ἂν ὁρᾶτε τοὺς θεοὺς πρότερον τῶν ἀνθρώπων ἀποθνῄσ 10.97.2 κοντας." Θεοὺς δὲ δὴ τοὺς ὁρατοὺς καὶ τὸν σύγκλυδα τῶν γενητῶν τούτων ὄχλον ὁ προσκυνῶν καὶ προσεταιριζόμενος, αὐτῶν ἐκείνων τῶν δαιμόνων ἀθλιώτερος μακρῷ. "Θεὸς" γὰρ "οὐδαμῇ οὐδαμῶς ἄδικος" ὥσπερ οἱ δαίμονες, "ἀλλ' ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν γένηται ὅτι δικαιότατος." 10.97.3 Βᾶτ' εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς, οἳ τὴν ∆ιὸς γοργῶπιν Ἐργάνην θεὸν στατοῖσι λίκνοις προστρέπεσθε, ἠλίθιοι τῶν λίθων δημιουργοί τε καὶ προσκυνηταί. 10.98.1 Ὁ Φειδίας ὑμῶν καὶ ὁ Πολύκλειτος ἡκόντων Πραξι τέλης τε αὖ καὶ Ἀπελλῆς καὶ ὅσοι τὰς βαναύσους μετέρχονται τέχνας, γήινοι γῆς ὄντες ἐργάται. Τότε γάρ, φησί τις προφητεία, δυστυχήσειν τὰ τῇδε πράγματα, ὅταν ἀνδριᾶσι 10.98.2 πιστεύσωσιν. Ἡκόντων οὖν αὖθις, οὐ γὰρ ἀνήσω καλῶν, οἱ μικροτέχναι. Οὐδείς που τούτων ἔμπνουν εἰκόνα δεδημιούρ γηκεν, οὐδὲ μὴν ἐκ γῆς μαλθακὴν ἐμάλαξε σάρκα. Τίς ἔτηξε μυελὸν ἢ τίς ἔπηξεν ὀστέα; Τίς νεῦρα διέτεινεν, τίς φλέβας ἐφύσησεν; Τίς αἷμα ἐνέχεεν ἐν αὐταῖς ἢ τίς δέρμα περιέτεινεν; Ποῦ δ' ἄν τις αὐτῶν ὀφθαλμοὺς ποιήσαι βλέποντας; Τίς ἐνεφύσησε ψυχήν; Τίς δικαιοσύνην ἐδωρή