35
καὶ ἀφαιρεμάτων καὶ ἀπαρχῶν καὶ δεκατῶν καὶ θυσιῶν καὶ προσφορῶν μετεῖχον ἀκωλύτως, αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες αὐτῶν· ἐπειδὴ δὲ τὸ ἔργον αὐτῶν ἦν λειτουργία τῆς σκηνῆς, διὰ τοῦτο κληροδοσίαν γῆς οὐκ ἔλαβον ἐν τοῖς υἱοῖς Ἰσραήλ, ὅτι αἱ εἰσφοραὶ τοῦ λαοῦ κληροδοσία τοῦ Λευὶ καὶ κληρονομία τῆς φυλῆς αὐτοῦ. Ὑμεῖς οὖν σήμερον, ὦ ἐπίσκοποι, ἐστὲ τῷ λαῷ ὑμῶν ἱερεῖς λευῖται, οἱ λειτουργοῦντες τῇ ἱερᾷ σκηνῇ, τῇ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ, καὶ παρεστῶτες τῷ θυσιαστηρίῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ προσάγοντες αὐτῷ τὰς λογικὰς καὶ ἀναιμάκτους θυσίας διὰ Ἰησοῦ Χριστοῦ τοῦ μεγάλου ἀρχιερέως· ὑμεῖς τοῖς ἐν ὑμῖν λαϊκοῖς ἐστε προφῆται, ἄρχοντες καὶ ἡγούμενοι καὶ βασιλεῖς, οἱ μεσῖται Θεοῦ καὶ τῶν πιστῶν αὐτοῦ, οἱ δοχεῖς τοῦ λόγου καὶ ἀγγελτῆρες, οἱ γνῶσται τῶν γραφῶν καὶ φθόγγοι τοῦ Θεοῦ καὶ μάρτυρες τοῦ θελήματος αὐτοῦ, οἱ πάντων τὰς ἁμαρτίας βαστάζοντες καὶ περὶ πάντων ἀπολογούμενοι· οἷς, ὡς ἠκούσατε, ἐμβριθῶς ὁ λόγος ἀπειλεῖ, ἐὰν κρύψητε ἐξ ἀνθρώπων τὴν τῆς γνώσεως κλεῖδα· οἷς κίνδυνος ὀλέθριος, ἐὰν μὴ διαγγείλητε τὸ θέλημα αὐτοῦ τῷ ὑφ' ὑμᾶς λαῷ· οἷς παρὰ Θεοῦ μισθὸς ἀψευδὴς καὶ κλέος ἀνεκδιήγητον ἐν δόξῃ, καλῶς λειτουργή σασιν τῇ σκηνῇ τῇ ἁγίᾳ. Ὡς γὰρ τὸ βάρος ὑμέτερον, οὕτως καὶ τὰς διακονίας τῶν τροφῶν καὶ τὰς ἄλλας χρείας ὑμεῖς καρποῦσθε. Μιμηταὶ γὰρ ἔστε Χριστοῦ τοῦ Κυρίου, καὶ ὡς αὐτὸς πάντων ἡμῶν τὰς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ ξύλον, σταυρω θεὶς ὁ ἄμωμος ὑπὲρ τῶν κολάσεως ἀξίων, οὕτως καὶ ὑμᾶς τοῦ λαοῦ τὰς ἁμαρτίας ἐξιδιοποιεῖσθαι χρή. Eἴρηται γὰρ περὶ τοῦ σωτῆρος ἐν Ἡσαΐᾳ, ὅτι «Oὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται.» Καὶ πάλιν· «Ὁ αὐτὸς τὰς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη.» Ὥσπερ οὖν ὑμεῖς σκοποί ἐστε, οὕτως καὶ σκοπὸν ἔχετε τὸν Χριστόν· ὡς οὖν αὐτὸς πάντων ὑμῶν, οὕτως καὶ ὑμεῖς τῶν ὑφ' ὑμᾶς λαϊκῶν. Μὴ γὰρ νομίζετε, ὅτι εὐχερὲς ἢ ἐλαφρὸν φορτίον ἐστὶν ἡ ἐπισκοπή. Χρὴ οὖν, ὡς τὸ βάρος φέρετε, οὕτως καὶ τῶν καρπῶν πρώτους μεταλαμβάνειν καὶ τοῖς δεομένοις μεταδιδόναι, ὡς λόγον ὑφέξοντας τῷ ἀπαραλογίστως ὑμᾶς μέλλοντι λογιστεύειν. ∆εῖ γὰρ τοὺς τῇ Ἐκκλησίᾳ προσεδρεύοντας ἐκ τῆς Ἐκκλησίας διατρέφεσθαι, ἅτε ἱερεῖς, λευίτας, προέδρους, λειτουργοὺς Θεοῦ, καθὼς ἐν βίβλῳ τῶν Ἀριθμῶν γέγραπται περὶ τῶν ἱερέων· «Καὶ εἶπεν Κύριος πρὸς Ἀαρών· σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος