δι' ἑαυτῶν αὖθις ἀποστρέφουσιν αὐτὸν, φεύγοντα εἰς τὴν γῆν αὐτοῦ· ἥτις ἐστὶν ἡ παγία τῆς κακίας ἕξις, ὃν φεύγοντα ἀναιροῦσιν οἱ υἱοὶ αὐτοῦ, καὶ φεύγουσιν εἰς Ἀρμενίαν. Υἱοὺς δὲ αὐτοῦ νοήσομεν τοὺς ἐξ αὐτοῦ τικτομένους πονηροὺς λογισμοὺς, ὑφ' ὧν ἀναιρεῖται, ὅτε συγχρησόμεθα τούτοις εἰς ἀγαθόν· καὶ δι' ὧν ἐσπούδασεν ἑλεῖν, διὰ τούτων ἀνέλωμεν αὐτόν. Οἳ καὶ φεύγουσιν εἰς παράθεσιν ἀναπαύσεως. Ἀρμενία γὰρ ἑρμηνεύεται παράθεσις ἀναπαύσεως. Παρατιθέασι γὰρ ἡμᾶς ἀναπαύσει λοιπόν. Ἀλλὰ ταῦτα μὲν οὕτως. Ποταμὸς δὲ διορίζων διὰ τῆς πόλεως, ἡ κατὰ τὴν φυσικὴν θεωρίαν γνῶσις τῶν αἰσθητῶν, ἵνα σαφέστερον εἴπωμεν· ἥτις διερχομένη διὰ μέσης τῆς ψυχῆς, μεθόριον τῶν ἄκρων γίνεται, νοῦ καὶ αἰσθήσεως, δι' ἑαυτῆς συνάπτουσα τὸν νοῦν τῇ αἰσθήσει. Ἡ γὰρ γνῶσις τῶν αἰσθητῶν, καθ' ὃ μὲν εἰς εἶδος τυποῦται τοῖς σχήμασι τῶν αἰσθητῶν, κοινωνεῖ τῷ νῷ. Καὶ ἡ συνθήκη δὲ τῶν λέξεων δηλοῖ τὴν σύνοδον τοῦ νοῦ καὶ τῆς αἰσθήσεως. Γνῶσις γὰρ τῶν αἰσθητῶν. Καὶ ἡ μὲν γνῶσις οἰκεία τῷ νῷ· τὰ δὲ αἰσθητὰ, οἰκεῖα τῇ αἰσθήσει. Καὶ προσηύξατο Ἐζεχίας ὁ βασιλεὺς, καὶ Ἡσαΐας υἱὸς Ἀμμῶς, καὶ ἐβόησαν εἰς τὸν οὐρανὸν, καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν καὶ πολεμιστὴν, καὶ ἄρχοντα καὶ στρατηγὸν, ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ. Καὶ ἀπέστρεψε μετ' αἰσχύνης προσ ώπου. Χρὴ τὸν γνωστικῶς θεωροῦντα τὴν θείαν Γραφὴν ἀσκηθῆναι καὶ τὰς τῶν ὀνομάτων ἑρμηνείας, αὐτόθεν δυναμένας πολλάκις ὅλην σαφηνίζειν τῶν γεγραμμένων διάνοιαν· εἴπερ μέλλοι μὴ πρὸς σῶμα μόνον καὶ γῆν Ἰουδαϊκῶς κατάγειν τὸ ὕψος τοῦ πνεύματος. Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν. Ἑρμηνεύεται δὲ Ἄχαμὲν ἰσχύς· Ἐζεχίας δὲ κράτος θεῖον. Καὶ λαμβάνε 77.1269 ται ἡ μὲν ἰσχὺς εἰς τὴν πρᾶξιν τῶν ἁγίων ἐντολῶν· τὸ δὲ θεῖον κράτος εἰς τὴν ἀρετήν. Καὶ ὥσπερ ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεχίαν, οὕτω καὶ ἡ πρᾶξις τὴν ἀρετήν· ὑφ' ἧς διαφθείρεται ἡ κακία. Πάλιν οὖν, Ἀμμῶς ἐγέννησε τὸν Ἡσαΐαν. Ἑρμηνεύεται δὲ Ἀμμῶςμὲν λαοῦ πόνος· Ἡσαΐας δὲ ὕψος θεῖον, καὶ λαμβάνεται ὁ μὲν πόνος εἰς τοὺς ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτας, ἢ τοὺς ἐπὶ τῇ φυσικῇ θεωρίᾳ καμάτους, τὸ δὲ ὕψος εἰς τὴν γνῶσιν τῆς ἀληθείας, ἣν γεννῶσιν οἱ ἐπὶ τῇ πράξει τῶν ἀρετῶν ἱδρῶτες, ἢ τῆς τῶν γεγονότων θεωρίας οἱ πόνοι, διαφθείρουσαν τὴν ἀντικειμένην αὐτῇ δύναμιν τοῦ ψεύδους. Ὥσπερ εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων Θεῷ κατ' ἐπαγγελίαν προσαγομένων καλῶν· οὕτω προσευχὴ, κατὰ τὸν εἰκότα λόγον, ἔσται σαφῶς ἡ τῶν ἐκ Θεοῦ πρὸς σωτηρίαν χορηγουμένων τοῖς ἀνθρώποις ἀγαθῶν ἐξαίτησις, ἀντίδοσιν φέρουσα τῆς τῶν προηγουμένων καλῆς διαθέσεως. Βοὴ δέ ἐστιν ἡ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων καὶ τῶν κατὰ τὴν θεωρίαν γνωστικῶν θεωρημάτων, ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, ἐπίδοσίς τε καὶ ἐπαύξησις· ἧς πάντων οὐχ ἥκιστα φυσικῶς ἀκούει Θεὸς, ἀντὶ μεγάλης φωνῆς τὴν τῶν ἀρετῆς καὶ τῆς γνώσεως ἐπιμελουμένων λαμβάνων διάθεσιν. Οὐρανὸς δὲ πολλάκις κατὰ τὴν Γραφὴν λέγεται αὐτὸς ὁ Θεὸς, ὡς τὸ, Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἀντὶ τοῦ, ἐκ τοῦ Θεοῦ. Καλεῖ δὲ οὐρανὸν αὕτη καὶ τὰς οὐρανίας δυνάμεις. Ὡς τὸ, Ὁ οὐρανός μοι θρόνος. Λέγεται δὲ οὐρανὸς καὶ τὸ ὕψος τῆς ἐν ἀνθρώποις ἀληθοῦς γνώσεως. Ὁ γὰρ μετὰ πράξεως γινώσκων, καὶ μετὰ γνώσεως πράττων, θρόνος καὶ ὑποπόδιόν ἐστι τοῦ Θεοῦ. Θρόνος μὲν διὰ τὴν γνῶσιν, ᾗ ὁ Θεὸς ἐνθρονίζεται· ὑποπόδιον δὲ διὰ τὴν πρᾶξιν, ἐφ' ἑαυτῆς δεχομένην τὰς θείας βάσεις. Τούτων οὕτω προθεωρηθέντων, λοιπὸν πᾶς εὐσεβὴς ἀρετῇ καὶ γνώσει, ἢ πράξει καὶ θεωρίᾳ φρουρούμενος, ἐπειδὰν ἴδῃ διὰ τῶν παθῶν ἐπαναστᾶσαν αὐτῷ τὴν πονηρὰν καὶ ὀλέθριον δύναμιν, καθάπερ καὶ Ἐζεχίας καὶ Ἡσαΐας εἶδον ἐπερχόμενον αὐτοῖς τὸν