ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ' οὖν οἰήσαιτ' ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν ἥκιστά γε, τὸ δὲ 772 ἀναστῆσαι τὸ δοθὲν καὶ ἀπαλλάξαι φθορᾶς ἀπᾴδειν αὐτῷ; {Β} Κινδυνεύομεν. {Α} Καίτοι καταλογισαίμεθ' ἄν, καὶ μάλα εἰκότως, ὡς, ἐπείπερ ἐστὶν ἀγαθοῦ Πατρὸς γνήσιον γέννημα, νοοῖτ' ἂν ὑπάρχειν καὶ αὐτὸς ἀγαθός, ἢ γοῦν αὐτόχρημα ὅτι ἀγαθόν. Ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, κατὰ τὴν αὐτοῦ φωνήν. Ἀληθεύσει δὲ οὕτω λέγων· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. {Β} Εὖ ἔφης. ∆ιασάφει δὴ οὖν αὐτὸς τὸ ἀμυδρῶς εἰρῆσθαι δοκοῦν. {Α} Οὐκ ἀβούλητον μὲν γενέσθαι φαμὲν τῷ Υἱῷ τὸ καταργῆσαι θάνατον καὶ ἀποσοβῆσαι τῶν ἀνθρωπίνων σωμάτων τὴν φθοράν. Οὐ γὰρ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων, σωτήριοι δὲ καὶ αἱ γενέσεις τοῦ κόσμου, κατὰ τὸ γεγραμμένον. Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἀλλ' ἦν οὐχ ἑτέρως τὸ ἀμειδὲς τοῦ θανάτου κατασείεσθαι κράτος, πλὴν ὅτι διὰ μόνης τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς. Ταύτῃτοι πέφηνε καθ' ἡμᾶς, καὶ ἴδιον ἐποιήσατο σῶμα τὸ ὑπὸ φθοράν, κατά γε τοὺς ἐνόντας τῇ φύσει λόγους, ἵν' ἐπείπερ ἐστὶν αὐτὸς ἡ ζωὴγεγέννηται γὰρ ἐκ ζωῆς τοῦ Πατρόςἐμφυτεύσῃ τὸ ἴδιον ἀγαθὸν αὐτῷ, τουτέστι τὴν ζωήν. Ἑλομένῳ δὲ ἅπαξ ἐξ ἡμερότητος καὶ φιλανθρωπίας τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν, ἔδει συμβῆναι καὶ τὸ παθεῖν, τῆς Ἰουδαίων ἀνοσιότητος ἐμπαροινούσης αὐτῷ. Ἀλλ' ἦν αὐτῷ φορτικὸν τὸ ἐν τῷ παθεῖν δυσκλεές. Καὶ γοῦν ἐνστάντος καιροῦ καθ' ὃν ἔδει τὸν ὑπέρ γε τῆς ἁπάντων ζωῆς ὑπομεῖναι σταυρόν, ἵνα τὸ παθεῖν ἀβούλητον ἀποφήνῃ, ἀνθρωποπρεπῆ τὴν πρόσοδον καὶ ὡς ἐν σχήματι προσευχῆς ἐποιεῖτο λέγων· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Καταβῆναι τὸν ἐξ οὐρανοῦ φησιν, οὐκ ἀβούλητον ποιησόμενον τὸ λυποῦν, ἵνα κατορθώσῃ τοῖς ἐπὶ γῆς τὴν ἀνάστασιν, ἣν δὴ καὶ μόνος αὐτὸς κεκαινοτόμηκε τῇ ἀνθρώπου φύσει. Γέγονε γὰρ πρωτότοκος ἐκ νεκρῶν κατὰ σάρκα, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων. {Β} Αὐτοῦ τοιγαροῦν τὸ πάθος καὶ οὐχ ἑτέρου λέγοιτο ἄν, καθὸ πέφηνεν ἄνθρωπος, εἰ καὶ μεμένηκεν ἀπαθὴς καθὸ νοεῖται Θεός. {Α} Οὕτω φημί. ∆ιαμέμνησο δὲ τῆς θεοπνεύστου λεγούσης Γραφῆς· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. {Β} Ἆρ' οὖν τὸν ἔσχατον Ἀδὰμ τὸν ἐκ Θεοῦ φαμεν ὠνομάσθαι Λόγον; 773 {Α} Οὐ γυμνόν, ὡς ἔφην, γεγονότα δὲ μᾶλλον ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς. Αὐτὸν οὖν εἶναί φαμεν, εἴπερ ἐστὶν οὐκ ἀνθρώπινον, θεοπρεπὲς δὲ μᾶλλον τὸ [ζωοποιεῖν]. Κεχρημάτικε δὲ καὶ ἔσχατος Ἀδάμ, ὡς ἐξ Ἀδὰμ γεγονὼςκατὰ σάρκα, καὶ ἀρχὴ δευτέρα τῶν ἐπὶ γῆς, ἀναστοιχειουμένης ἐν αὐτῷ τῆς ἀνθρώπου φύσεως εἰς καινότητα ζωῆς, τῆς ἐν ἁγιασμῷ τε καὶ ἀφθαρσίᾳ, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· κατηργήθη γὰρ οὕτω θάνατος, οὐκ ἀνασχομένης τῆς κατὰ φύσιν ζωῆς ὑποθεῖναι τῇ φθορᾷ τὸ ἴδιον σῶμα, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι Χριστὸν ὑπ' αὐτῆς, κατὰ τὴν τοῦ θεσπεσίου <Πέτρου> φωνήν. ∆ιέβη δὲ οὕτως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ ἐκ τοῦ κατορθώματος ἀγαθόν. {Β} Ἄριστα ἔφης. {Α} Ἄθρει δὲ δή μοι κἀκεῖνο πρὸς τούτοις. {Β} Τὸ τί δὴ φής; {Α} Ἔφη που Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Βεβαπτίσμεθα δὴ οὖν εἰς ἁγίαν καὶ ὁμοούσιον Τριάδα, τὴν ἔν γέ φημι τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; {Β} [Καὶ] πῶς γὰρ οὔ; {Α} Οὐ † ... † Πατέρα μὲν νοοῦμεν τὸν γεγεννηκότα, Υἱὸν δὲ δὴ καὶ αὖ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθέντα μονογενῆ Θεὸν Λόγον; {Β} Καὶ πάνυ. {Α} Πῶς οὖν εἰς τὸν θάνατον αὐτοῦ βεβαπτίσμεθα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Ἀλλ'