καὶ οὐκ ἄν ποτε ἑκόντα ἠρεμεῖν ἐθελήσοι. Καὶ εἰ μὲν ἑτερότητα καὶ διάκρισιν ὁ ταῦτα λέγων φησὶ τὴν ἑκάστου τῶν ὄντων ἰδιότητα καὶ ὅτι ταύτην οὐδὲ ἓν τῶν ὄντων ὄν, ὅπερ ἔστιν, ἐθέλει ποτὲ ἀπολλύειν, οὐκ ἂν οὐδὲ ἡμεῖς πρὸς τοῦτο ἀντιφήσομεν, ἀλλὰ καὶ ταύτην εἰρήνης ἔφεσιν ἀποφανούμεθα. Πάντα γὰρ ἀγαπᾷ πρὸς ἑαυτὰ εἰρηνεύειν τε καὶ ἡνῶσθαι καὶ ἑαυτῶν καὶ τῶν ἑαυτῶν ἀκίνητα καὶ ἄπτωτα εἶναι. Καὶ ἔστι καὶ τῆς καθ' ἕκαστον ἀμιγοῦς ἰδιότητος ἡ παντελὴς εἰρήνη φυλακτικὴ ταῖς εἰρηνοδώροις αὑτῆς προνοίαις τὰ πάντα ἀστασίαστα καὶ ἀσύμφυρτα πρός τε ἑαυτὰ καὶ πρὸς ἄλληλα διασώζουσα καὶ πάντα ἐν σταθερᾷ καὶ ἀκλίτῳ δυνάμει πρὸς τὴν ἑαυτῶν εἰρήνην καὶ ἀκινησίαν ἱστῶσα. <4> Καὶ εἰ τὰ κινούμενα πάντα μὴ ἠρεμεῖν, ἀλλὰ κινεῖσθαι ἀεὶ τὴν ἑαυτῶν κίνησιν ἐθέλοι, καὶ τοῦτο ἔφεσίς ἐστι τῆς θείας τῶν ὅλων εἰρήνης τῆς πάντα ἐφ' ἑαυτῶν ἀδιάπτωτα διασωζούσης καὶ τὴν πάντων τῶν κινουμένων ἰδιότητα καὶ κινητικὴν ζωὴν ἀκίνητον καὶ ἄπτωτον φυλαττούσης ἐν τῷ τὰ κινούμενα πρὸς ἑαυτὰ εἰρηνεύοντα καὶ ὡσαύτως ἔχοντα δρᾶν τὰ ἑαυτῶν. <5> Eἰ δὲ τὴν κατ' ἔκπτωσιν εἰρήνης ἑτερότητα λέγων ἰσχυρίζεται μὴ εἶναι πᾶσιν ἐραστὴν τὴν εἰρήνην, μάλιστα μὲν οὐδὲν ἔστι τῶν ὄντων, ὃ πάσης παντελῶς ἑνώσεως ἀποπέπτωκεν. Τὸ γὰρ πάντη ἄστατον καὶ ἄπειρον καὶ ἀνίδρυτον καὶ ἀόριστον οὔτε ὄν ἐστιν οὔτε ἐν τοῖς οὖσιν. Eἰ δὲ τούτους φησὶν εἰρήνῃ καὶ εἰρήνης ἀγαθοῖς ἀπεχθάνεσθαι τοὺς ἔρισι καὶ θυμοῖς καὶ ἀλλοιώσεσι καὶ ἀκαταστασίαις χαίροντας, καὶ οὗτοι ἀμαυροῖς εἰδώλοις εἰρηνικῆς ἐφέσεως διακρατοῦνται πρὸς παθῶν ἐνοχλούμενοι πολυκινήτων καὶ ταῦτα ἱστᾷν ἀνεπιστημόνως ἐφιέμενοι καὶ οἰόμενοι τῇ ἀποπληρώσει τῶν ἀεὶ ἀποῤῥεόντων εἰρηνεύειν ἑαυτοὺς τῇ ἀταξίᾳ τῶν κρατησασῶν ἡδονῶν ἐκταρασσομένους. Τί ἄν τις εἴποι περὶ τῆς κατὰ Χριστὸν εἰρηνοχύτου φιλανθρωπίας; Καθ' ἣν οὐ μὴ μάθωμεν ἔτι πολεμεῖν, οὔτε ἑαυτοῖς οὔτε ἀλλήλοις οὔτε ἀγγέλοις, ἀλλὰ καὶ αὐτοῖς τὰ θεῖα κατὰ δύναμιν συνεργήσωμεν κατὰ πρόνοιαν Ἰησοῦ τοῦ «τὰ πάντα ἐν πᾶσιν» ἐνεργοῦντος καὶ ποιοῦντος εἰρήνην ἄῤῥητον καὶ ἐξ αἰῶνος προωρισμένην καὶ ἀποκαταλλάσσοντος ἡμᾶς ἑαυτῷ ἐν πνεύματι καὶ δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ τῷ πατρί. Περὶ ὧν ὑπερφυῶν δώρων ἐν ταῖς Θεολογικαῖς ὑποτυπώσεσιν ἱκανῶς εἴρηται προσεπιμαρτυρούντων ἡμῖν καὶ τῆς ἱερᾶς τῶν λογίων ἐπιπνοίας. <6> Ἀλλ' ἐπειδὴ καὶ ἄλλοτέ μου δι' ἐπιστολῆς ἐπύθου, τί ποτε ἄρα φημὶ τὸ αὐτοεῖναι, τὴν αὐτοζωήν, τὴν αὐτοσοφίαν, καὶ πρὸς ἑαυτὸν ἔφης ἀπορῆσαι, πῶς τὸν θεὸν ποτὲ μὲν αὐτοζωήν φημι, ποτὲ δὲ τῆς αὐτοζωῆς ὑποστάτην, ἀναγκαῖον ᾠήθην, ἱερὲ τοῦ θεοῦ ἄνθρωπε, καὶ ταύτης σε τῆς ἐφ' ἡμῖν ἀπορίας ἀπολῦσαι. Καὶ πρῶτον μέν, ἵνα τὰ μυριόλεκτα καὶ νῦν ἀναλάβωμεν, οὐκ ἔστιν ἐναντίον αὐτοδύναμιν ἢ αὐτοζωὴν εἰπεῖν τὸν θεὸν καὶ τῆς αὐτοζωῆς ἢ εἰρήνης ἢ δυνάμεως ὑποστάτην. Τὰ μὲν γὰρ ἐκ τῶν ὄντων καὶ μάλιστα ἐκ τῶν πρώτως ὄντων ὡς αἴτιος πάντων τῶν ὄντων λέγεται, τὰ δὲ ὡς ὑπὲρ πάντα καὶ τὰ πρώτως ὄντα ὑπερὼν ὑπερουσίως. Τί δὲ ὅλως, φῄς, τὸ αὐτοεῖναι λέγομεν ἢ τὴν αὐτοζωὴν ἢ ὅσα ἀπολύτως καὶ ἀρχηγικῶς εἶναι καὶ ἐκ θεοῦ πρώτως ὑφεστηκέναι τιθέμεθα; Τοῦτο δέ, φαμέν, οὐκ ἔστιν ἀγκύλον, ἀλλ' εὐθὺ καὶ ἁπλῆν τὴν διασάφησιν ἔχον. Oὐ γὰρ οὐσίαν τινὰ θείαν ἢ ἀγγελικὴν εἶναί φαμεν τὸ αὐτοεῖναι τοῦ εἶναι τὰ ὄντα πάντα αἰτίαν, μόνον γὰρ τοῦ εἶναι πάντα τὰ ὄντα καὶ αὐτὸ τὸ εἶναι τὸ ὑπερούσιον ἀρχὴ καὶ οὐσία καὶ αἴτιον, οὐδὲ ζωογόνον ἄλλην θεότητα παρὰ τὴν ὑπέρθεον πάντων, ὅσα ζῇ, καὶ τῆς αὐτοζωῆς αἰτίαν ζωὴν οὔτε, συνελόντα εἰπεῖν, ἀρχικὰς τῶν ὄντων καὶ δημιουργικὰς οὐσίας καὶ ὑποστάσεις, ἅς τινες καὶ θεοὺς τῶν ὄντων καὶ δημιουργοὺς αὐτοσχεδιάσαντες ἀπεστομάτισαν, οὕς, ἀληθῶς καὶ κυρίως εἰπεῖν, οὔτε αὐτοὶ «ᾔδεισαν», ἅτε δὴ οὐκ ὄντας, οὔτε «οἱ πατέρες αὐτῶν». Ἀλλ' αὐτοεῖναι καὶ αὐτοζωὴν καὶ αὐτοθεότητά φαμεν ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτια τικῶς τὴν μίαν πάντων ὑπεράρχιον καὶ ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν, μεθεκτῶς δὲ τὰς ἐκδιδομένας ἐκ θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις τὴν αὐτοουσίωσιν, αὐτοζώωσιν,