Οἰνεὺς γέγονεν· τὰ δὲ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειδης γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Πηλεὺς, Πηλείδης· Οἰνεὺς, Οἰνείδης. 9Ὀπανεῖον9: Ὥσπερ βαλανεῖον ἐν τῷ Β στοιχείῳ ἐγράφη· καὶ ἄλλως, ἐπειδὴ εὕρηται κατὰ διάστασιν τοῦ ι ὀπανήϊον, καὶ τροπῇ τοῦ η εἰς ε ὀπανέϊον, καὶ ὀπανεῖον. 9Ὄνειδοσ9: ει δίφθογγος· παρὰ γὰρ τὸ εἶδος καὶ τὸ ὀνῶ τὸ μέμφομαι γέγονεν ὄνειδος· ὄνειδος γὰρ λέγεται ὁ κατὰ τὸ εἶδος μεμπτός. 9Ὀκεῖλαι9: Ὀκελεύω γάρ. 9Ὀνείατα9: Σημαίνει δὲ καὶ τὰ βρώματα καὶ παντὰ τὰ ὀφελοῦντα, διὰ τῆς ει διφθόγγου γράφεται· ἐπειδὴ οἱ Αἰολεῖς η γράφουσιν αὐτό· οἷον, ὀνήατα· κατὰ ἔθος γὰρ ἔχουσι τὴν ει δίφθογγον εἰς η τρέπειν· γέγονεν δὲ καὶ παρὰ τὸν ὀνήσω μέλ λοντα ὀνείατον, σημαίνει τὸ ὀφέλιμον, κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον. 9Ὀφείλω9: ∆ιὰ τῆς ει διφθόγγου· ὄφελος γάρ. 9Ὀστρεῖα9: ει, ὄστρεα γάρ. 9Ὀρεινόσ9: Παρὰ τὸ ὄρος, ὄριος· ἀπάγεται δὲ τῷ κανόνι τῶν εἰς νος ὀξυτόνων. 9Ὀθνεῖον9: ει δίφθογγος· ἀνέφανεν γὰρ τὸ ε ἐν τῷ "ὀθνέην ὁδόν·" ἔστιν δὲ παρὰ τὸ νόθος, νοθεῖος, καὶ ἐν ὑπερ βιβασμῷ ὀθνεῖος. 246 9Ὀψείω9: Σημαίνει δὲ τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι· εὕ ρηται γὰρ καὶ χωρὶς τοῦ ι· καὶ ἄλλως· τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων διὰ τοῦ ειω παραγωγὰ ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γράφεται. 9Ὀρθοέπεια9: ει δίφθογγος· τῷ λόγῳ τῶν διὰ τοῦ εια προ παροξυτόνων. 9Ὁδεῖνα9: ει δίφθογγος κατὰ παράδοσιν· ἰστέον ὅτι ὥσπερ Νεάπολις βʹ ὀνόματα εἰσὶν καθ' ἑνὸς ὑποκειμένου, τὸν αὐτὸν τρόπον καὶ τὸ ὁδεῖνα δύο ἀντωνυμίας εἰσὶν καθ' ἑνὸς ὑποκει μένου· καὶ ἄλλως, καὶ ἐκ τοῦ κατὰ διάστασιν εὑρεθῆναι δέϊνα, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι ὁ δεῖνα· ἄλλως δὲ διὰ τοῦτο τὸ ὁ δεῖνα διὰ διφθόγγου γράφεται· ἐπειδὴ αἱ ὑπὲρ μίαν συλ λαβὴν μονοπρόσωποι ἀντωνυμίαι θέλουσιν ἔχειν δίφθογγον· οἷον, ἐκεῖνος· οὗτος· αὐτός· χωρὶς τοῦ ὅδε· μονοπρόσωποι δὲ λέγον ται, ἐπειδὴ οὐκ ἔχουσι πρῶτον καὶ δεύτερον πρόσωπον· τὸ γὰρ ἐγὼ καὶ σὺ οὐκ εἴσι τοιοῦτον, ἀλλατί. 9Ὀξύπεινοσ9: ει· 9Ὀλμειόσ9· ει, ὡς Ἀλφειός. 9Οὐδένεια9: ει δίφθογγος, διὰ τὸ οὐδενὲς παρὰ κειμένω. 9Οἱονεί9: ∆ίφθογγος· δύο γὰρ μέρη λόγου ἐστὶν, ὄνομα καὶ εἰ σύνδεσμος, καὶ ἐν συναιρέσει γέγονεν οἱονεὶ τὸ ἐπίῤῥημα. 9Ὄρειοσ9: ει, ἀπὸ τοῦ ὄρεος γενικῆς. 9Ὄριον9: Τὸ δασυνόμενον ι· καὶ Ὅριος Ζεύς. 9Ὁμηρεῖα9: ει, παρὰ τὸ ὁμηρεύω. 9Ὀξείδιον9: ει, ἀπὸ τοῦ ὀξέος εἴρηται. 9Οἰκετεῖα9: ει, ἡ θεραπεῖα. 9Οὐκενι9: ι κατὰ παράδοσιν. 9Ὄροφοσ9: Μικρόν· ἐν δὲ τῷ διώροφος ἐκτείνει τὸ κατ' ἀρχάς. 9Ὤφελον9: Μέγα· ἔστιν δὲ ἐπίῤῥημα εὐχῆς σημαντικὸν, καὶ ὄφελος. 9Ὀχύρωμα9: Μικρὸν τὸ ἀπὸ τῆς ἀρχῆς. 9Ὀψέ9: Ψιλὸν, ἐξ αὐτοῦ καὶ ὀψεῖα. 9Ὀκέλλω9 καὶ 9Ἐξώκειλα9. 9Ὀλιγωρία· Ὁδυπόρος· Ὁμιλία· Ὀψώνιον9, κατὰ πράδοσιν. 247 9Ὅτω9: Χωρὶς τοῦ σ ὅτε σύμφωνον ἐπιφέρηται. 9Ὀδύσαο9: Ἀντὶ τοῦ ὀργίσθης ἀπὸ τοῦ ὀδύω· ὅθεν Ὀδυςσεύς. 9Ὄνοσ9: Τὸ ο μικρόν.
9Παλαιστίνη9: Τὸ λει δίφθογγον, ἐκ τοῦ πάλαι ἐπιῤῥή ματος. 9Πολιτεῖα9:
Παρὰ τὸ πολίτης ι, καὶ παρὰ τὸ λιτεύω δί φθογγος. 9Πρηξῖνοσ9: Γέγονεν δὲ παρὰ τὸν πράξω μέλλοντα πραξῖ νος, καὶ κατὰ τροπὴν τοῦ α εἰς η πρηξῖνος. 9Πανδοκεύτρια9: ι· τὰ γὰρ διὰ τοῦ τρια προπαροξύτονα πάντα διὰ μόνου τοῦ ι γράφεται. 9Παλλακίνος: Πέδιλα9· ι· σημαίνει τὰ ὑποδήματα, καὶ κατὰ τὴν ἐτυμολογίαν ὤφειλεν διὰ τῆς ει διφθόγγου γράφε σθαι· πέδιλα γὰρ λέγονται παρὰ τὸ περὶ τοὺς πόδας εἰλεῖσθαι· διατί δὲ διὰ τοῦ ι; ἐπειδὴ πέδιλλα λέγουσιν οἱ Αἰολεῖς· ὥσπερ ὅμιλος, ὄμιλλος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου πέδελλα εἶχον λέγειν· ἐπειδὴ κανὼν ἐστὶν ὁ λέγων, ὅτι τὰ παρὰ τὸ εἰλῶ συγκείμενα ἐν ὀνόμασι κατὰ τὸ τέλος, ἢ παρα γόμενα ἐν ὀνόμασι διὰ τοῦ ι γράφεται· οἷον, ὅμιλος· ἔστιν δὲ παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι· ἰλεὸς, σημαίνει δὲ τὴν κατάδυσιν· ἰλὴ, σημαίνει δὲ τὴν ἄθροισιν· ἰλύς· Ἰλισσός· οὕτως καὶ πέ διλον διὰ τοῦ ι· πρόσκειται κατὰ τὸ τέλος, διὰ τὸ εἰλίπους· ἐν ὀνόμασι δὲ, διὰ τὸ εἰλίσσω, καὶ εἰλύω. 9Πίνω9: ∆ιὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ πίω