ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
σου καὶ γενήσεται συμβίβασις μέσον ὑμῶν ἀγά πης· καὶ δοθῇ παρ' ἐκείνου καὶ τόπος μετά τινων συμφωνιῶν πρός σε. 41.2 Συνδιασκεψάμενος οὖν μετὰ τοὺς αὑτοῦ ὁ δεσπότης ἔδοξε καλόν, ἵνα ὁ μὲν Ῥαοὺλ Γεώργιος ἀπέλθῃ εἰς τὸν ἀμηρᾶν, ὁ δὲ γαμβρὸς αὐτοῦ Ῥάλης Ἰωάννης ἀπέλθῃ εἰς τὸν πάπαν, ἵνα ὁ μὲν καὶ ταῦτα καὶ τὴν εἰς τοὺς Κορφοὺς τοῦ δεσπότου πλημμέλειαν δηλώσῃ τῷ πάπᾳ, ὁ δὲ ἴδῃ, τὶς ὁ τοῦ ἀμηρᾶ σκοπὸς τοῦ λόγου. Οἳ καὶ ἀπῆλθον ὁ μὲν τῇ θ-ῃ, ὁ δὲ τῇ ια-ῃ Αὐγούστου. 41.3 Θανατικοῦ δ' ἐπιγεγονότος καὶ εἰς τὸ κάστρον τῶν Κορυφῶν, ὁ δεσπότης καὶ ἡμεῖς ἀπήλθομεν εἰς χωρία, ἐκδεχόμενοι καὶ τὰ τῶν ἀπο κρισιαρίων ἀποτελέσματα. 41.4 Ὁ μὲν οὖν Ῥαοὺλ Γεώργιος διελθὼν διὰ τοῦ Ἀγγελοκάστρου ἔφθασε τὸν ἀμηρᾶν εἰς τὰ περὶ τὴν Βέῤῥοιαν· καὶ εὐθὺς προστάξαντος αὐτοῦ, ὅ τε Ῥαοὺλ καὶ οἱ σὺν αὐτῷ πάντες ἐδεσμεύθησαν καὶ οἱ πόδες αὐτῶν ἠσφαλίσθησαν σιδήροις. ∆ιαβιβάσαντες οὖν οὕτως ἡμέρας τινάς, ὡς ἐξῆλ θεν ὁ ἀμηρᾶς καὶ αὐτοὶ οὕτως δέσμιοι, μετά τινας ὁδοὺς ἡμερῶν εἰς τὰ περὶ τοῦ Μαύρου Ὄρους βουνὰ ἐλευθέρωσεν αὐτοὺς εἰπών, ὅτι ἐγὼ ἐκδεχόμην, ἵνα πλησίον τοῦ Μορέως εὑρισκομένου μου ἔλθῃ ὁ δεσπό της ἢ στείλῃ υἱὸν αὐτοῦ μετὰ ἀρχόντων καὶ γένηται χάρις πρὸς αὐτὸν καὶ κάθηται καὶ ζῇ. Ἐπεὶ οὖν οὐδὲν ἐγένετο, πάλιν λέγομεν, ἂν θέλῃ, ἂς γένῃ, καὶ ἀπελθόντος σοῦ, ἂς ἔλθῃ ὁ δεσπότης, ἢ ἂς στείλῃ ἀπὸ τὰ παιδία αὑτοῦ καὶ θέλομεν ποιήσειν εἰς ἐκεῖνον καλά. 41.5 Ἐπιστρεψάντος τοῦ Ῥαοὺλ ἀπράκτου τὸν Ὀκτώβριον τοῦ ξθ-ουἔτους, τῇ ι-ῃ τοῦ Νοεμβρίου τοῦ αὐτοῦ ἔτους ἐμβὰς εἰς ἓν τῶν Κορφια τικῶν καραβοπούλων ὁ δεσπότης κὺρ Θωμᾶς μετὰ καὶ τῶν πλειόνων ἀρ χόντων αὑτοῦ διέβη εἰς τὸν Ἀγκῶνα, ἵνα ἀπ' ἐκεῖσε εἴς τε τὸν πάπαν καὶ τὸν δούκαν Μιλάνας καὶ ἀλλαχοῦ ἀπέλθῃ, εἰς τοὺς Κορφοὺς κατα λείψας τήν τε βασίλισσαν καὶ τὰ παιδία αὑτοῦ καί τινας τῶν ἀρχόντων, ἀλλὰ δὴ καὶ τὰς φαμελίας τῶν ἐκείνῳ ἀκολουθούντων. 41.6 Οὗ δὴ κἀμὲ πολλὰ διορισαμένου καὶ ζητήσαντος, ἵνα μετ' αὐτοῦ ἀπέλθω, ἢ ἐνταῦθα μετὰ τῆς βασιλίσσης, εὑρίσκωμαι καὶ ὡς ἄρχων τοῦ ὁσπιτίου αὐτῆς, ἐγὼ ἀπό τε τοῦ ἐλέους τοῦ πάντα καλῶς οἰκονομοῦντος θεοῦ, ἀπό τε τῆς λύπης ὧν ἐγέννησα, ἀπό τε τῆς ἀταξίας πάντων τῶν τοῦ ὁσπιτίου αὐτοῦ, ἀνήκους ἐγενόμην καὶ εἰς ἀμφότερα, ἀλλ' ἐπιμείνας καὶ ἕτερον καιρὸν εἰς αὐτὸ δὴ τὸ χωρίον τὰ Μολιβοτινά, ὅπερ εὑρισκό μην, ὅταν καὶ ὁ δεσπότης εἰς τὸν Χλομὸν διὰ τὸν φόβον τοῦ θανατικοῦ, ὡς δεδήλωται. 41.7 Ὡς εὗρον μετὰ καιρὸν κάθισμα τὸ εἰς ὄνομα τοῦ ἁγίου Ἠλίου, πλησίον τοῦ κάστρου, ἀπελθόντος μου ἐκεῖσε Σεπτεβρίου -ῃ του ο-ου ἔτους, κατέμεινον μετὰ τῶν ἐμῶν καὶ μόνου τοῦ θεοῦ δεόμενος, ἵνα ἡ μᾶς ἐλεήσῃ καὶ ἐξοικονομήσῃ ὑπὸ τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀγαθό τητος. ∆ιαβιβάσαντός μου οὖν ἐκεῖσε μῆνας εʹ καὶ μικρόν τι πρός, ὡς οὐδὲν ἐνοήσαμεν ἀναπαυθῆναί με τοὺς ἔχοντας τὸ τοιοῦτον κάθισμα, καὶ διὰ τὸ νὰ ἕξωμεν καὶ πλέον τὸν πλησιασμὸν τοῦ καλοῦ κἀγαθοῦ φίλου καὶ πνευματικοῦ πατρὸς ∆ωροθέου, εὑρισκομένου αὐτοῦ εἰς τὴν μονὴν τῶν ἁγίων ἀποστόλων Ἰάσωνος καὶ Σωσιπάτρου, εὑρόντες καὶ ἡμεῖς ἀπὸ τῆς τάξεως τῶν λβʹ ἱερέων τὸ τοῦ ἁγίου Νικολάου κάθισμα τὸ ἐπονομα ζόμενον τοῦ Ταρχανιώτου ἀπήραμεν αὐτὸ Μαρτίου ιε-ῃ τοῦ αὐτοῦ ο-οῦ ἔτους δηλονότι. 41.8 Ὁ δὲ δεσπότης κὺρ Θωμᾶς φθάσας εἰς τὸν Ἀγκῶνα καὶ ἀπ' ἐκεῖ εἰς τὴν Ῥώμην οὐδὲν ἄλλο κατώρθωσεν, εἰ μὴ ὅτι δέδωκε τῷ πάπᾳ Πίῳ τὴν τοῦ ἁγίου ἀποστόλου καὶ πρωτοκλήτου Ἀνδρέου κάραν κἀκεῖνος πρὸς αὐτὸν τὸ μόλις νὰ ζῇ μὲ τοὺς αὐτοῦ αὐτὴν καὶ μόνην τὴν ἀναγκαίαν τροφήν. 41.9 ∆ιαβιβάσαντος δὲ μερικὸν καιρὸν ἔδοξεν αὐτῷ καὶ ἐπανέστρεψεν εἰς τὴν αὐθεντίαν τῶν Βενετιῶν καὶ πάλιν ἀπ' ἐκεῖσε εἰς τὸν Ἀγκῶνα, τῆς θυγατρὸς αὐτοῦ τῆς βασιλίσσης Σερβίας ἐκεῖσε ἀπελθούσης· καὶ δια τρίψας ἡμέρας τινὰς εἰς θεωρίαν αὐτῆς, ἐκεῖνος μὲν διέβη πάλιν εἰς τὴν Ῥώμην, ἡ δὲ βασίλισσα εἰς τὸ Ῥαούζη ἐπέρασεν. 41.10 Ἡ δὲ εἰς τοὺς Κορφοὺς βασίλισσα καὶ μήτηρ αὐτῆς, κακῶς διαβιβάζουσα, ἐλεηθεῖσα ὑπὸ θεοῦ τῷ αὐτῷ ἔτει ο-ῷ Αὐγούστῳ