35
ἀξιομνημόνευτον Ἕλλησιν ἱστορεῖται πρὸ Ὠγύγου, πλὴν Φορωνέως τοῦ συγχρονίσαντος αὐτῷ καὶ Ἰνάχου τοῦ Φορωνέως πατρός, ὃς πρῶτος Ἄργους ἐβασίλευσεν, ὡς Ἀκουσίλαος ἱστορεῖ. τούτου θυγάτηρ Ἰώ, ἣνἾσιν μετονομάσαντες σέβουσι. Καὶ τοσαῦτα μὲν πρὸ Ὠγύγου. κατὰ δὲ τοὺς τούτου χρόνους ἐξῆλθε 72 Μωυσῆς ἀπ' Αἰγύπτου. καὶ μετ' ὀλίγα· ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κύρου, ὁπόσα ἀπὸ Μωυσέως ἐπὶ τῶν αὐτῶν χρόνων, ἔτη ασλεʹ. ἀλλὰ καὶ Ἑλλή νων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρόνους γενέσθαι Μωυσέα. Πο λέμων μὲν ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγει· ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτιακοῦ στρατοῦ ἐξέπεσεν ἐν Αἰγύπτῳ, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν. οὗτοι δηλον ότι οἱ μετὰ Μωυσέως· Ἀπίων δὲ Ποσειδωνίου περιεργότατος γραμ ματικῶν ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα, Ἀμώσιος Αἰγυπτίων βασιλεύοντος, ἀποστῆναι Ἰουδαίους, ὧν γίνεσθαι Μωυσέα. μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ, τρόπῳ δὲ καὶ Ἰουδαίων αὐτῶν, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν καὶ Ἀσσυρίους ἐν τῇ Παλαιστίνῃ ἀποκαλῶν, τάχα διὰ τὸν Ἀβραάμ. Πτολεμαῖός τε ὁ Μεν δήσιος τὰ Αἰγυπτίων ἀνέκαθεν ἱστορῶν ἅπασι τούτοις συντρέχει, ὡς οὐδὲ ἐπίσημος ἐπὶ πλεῖον ἡ τῶν χρόνων παραλλαγή. σημειωτέον δὲ ὡς εἴ τί ποτε ἐξαίρετον Ἕλλησι δι' ἀρχαιότητα μυθεύεται, μετά γε Μωυσέα τοῦθ' εὑρίσκεται· κατακλυσμοὶ καὶ ἐκπυρώσεις, Προμηθεύς, Ἰώ, Εὐρώπη, σπαρτοί, Κόρης ἁρπαγή, μυστήρια, νομοθεσίαι, ∆ιονύσου πράξεις, Περ σεύς, ἆθλοι Ἡράκλειοι, Ἀργοναῦται, Κένταυροι, Μινώταυρος, τὰ περὶ Ἴλιον, Ἡρακλειδῶν κάθοδος, Ἰώνων ἀποικία καὶ ὀλυμπιάδες. ἔδοξε δήμοι τῆς Ἀττικῆς βασιλείας τὸν προειρημένον ἐκτιθέναι χρόνον, παρατι θέναι μέλλοντι ταῖς Ἑβραϊκαῖς ἱστορίαις τὰς Ἑλληνικάς. ἐξέστω γὰρ τῷ βουλομένῳ παρ' ἐμοῦ τὴν ἀρχὴν κομιζομένῳ λογίζεσθαι τὸν ἀριθμὸν ὁμοίως ἐμοί. Οὐκοῦν τῶν α καὶ κʹ ἐτῶν τῶν μέχρι πρώτης ὀλυμπιάδος ἀπὸ Μωυσέως τε καὶ Ὠγύγου ἐκκειμένων, πρώτῳ μὲν ἔτει τὸ πάσχα καὶ τῶν Ἑβραίων ἔξοδος ἡ ἀπ' Αἰγύπτου. ἐν δὲ τῇ Ἀττικῇ ὁ ἐπὶ Ὠγύγου γίνεται κατακλυσμός, καὶ κατὰ λόγον. τῶν γὰρ Αἰγυπτίων ὀργῇ θεοῦ χαλάζαις τε καὶ χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς, ὅτε 73 Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν ἄλλοι τε καὶ ἐν τῷ Τρικαράνῳ Θεόπομπος. ὁ μεταξὺ χρόνος παραλέλειπται, ἐν ᾧ μηδὲν ἐξαίρετον Ἕλλησιν ἱστορεῖται. μετὰ δὲ τέσσαρα καὶ ἐνενήκοντα ἔτη ἦν Προμηθεύς, ὡς τινές. Ταῦτα ὁ Ἀφρικανὸς ἐν τῷ τρίτῳ λόγῳ φιλαλήθως καὶ ἐμμαρτύρως ἱστορῶν ἀξιοπιστότερος εἶναί μοι δοκεῖ κατὰ πάντα Εὐσεβίου, ἐν τούτῳ τῷ κατὰ τὸν Μωυσέα καὶ τὴν ἀπ' Αἰγύπτου πορείαν λόγῳ ἔχων, ὡς προείρηται, καὶ τοὺς ἐκ περιτομῆς ὁμοφώνους καὶ τοὺς κατὰ Χριστὸν φιλοσοφήσαντας ἐξ Ἑλλήνων Κλήμεντα τὸν Στρωματέα καὶ Τατιανόν, ὡς αὐτὸς Εὐσέβιος ἐν τῷ προοιμίῳ τοῦ κανόνος ὧδέ πως γράφων συμμαρτυρεῖ. Μωυσέα γένος Ἑβραῖον, προφητῶν ἁπάντων πρῶτον, ἀμφὶ τοῦ σωτῆ ρος ἡμῶν, λέγω δὲ τοῦ Χριστοῦ, ἀμφί τε τῆς τῶν ἐθνῶν δι' αὐτοῦ θεογνω σίας χρησμοὺς καὶ λόγια θεῖα γραφῇ παραδεδωκότα, τοῖς χρόνοις ἀκμά σαι κατὰ Ἴναχον εἰρήκασιν ἄνδρες ἐν παιδεύσει γνώριμοι, Κλήμης, Ἀφρικανός, Τατιανὸς τοῦ καθ' ἡμᾶς λόγου, τῶν τε ἐκ περιτομῆς Ἰώσηππος καὶ Ἰοῦστος, ἰδίως ἕκαστος τὴν ἀπόδειξιν ἐκ παλαιᾶς ὑποσχὼν ἱστο ρίας. Ἴναχος δὲ τῶν Ἰλιακῶν ἔτεσιν ἑπτακοσίοις πρεσβεύει. Ἑλληνικῶνδὲ φιλοσόφων, ὅστις ποτὲ ἦν ἐκεῖνος ἀνὴρ ὁ τὴν καθ' ἡμῶν συσκευὴν προ βεβλημένος, ἐν τῇ δʹ τῆς εἰς μάτην αὐτῷ πονηθείσης καθ' ἡμῶν ὑποθέ σεως πρὸ τῶν Σεμιράμεως χρόνων τὸν Μωυσέα γενέσθαι φησί· βασιλεύει δὲ Ἀσσυρίων ἡ Σεμίραμις πρόσθεν ἔτεσι νʹ πρὸς τοῖς ρʹ. ὥστε εἶναι κατὰ τοῦτον τῶν Τρωικῶν Μωυσέα πρεσβύτερον νʹ καὶ ωʹ ἔτεσιν. Ἐγὼ δὲ