35
γε» εἶπεν «οὐ βουλευομένους, ἀλλὰ τὴν βουλὴν ἐπικυροῦντας ὁρῶ. εἰ γὰρ ἐβουλεύεσθε, τάχ' ἄν τι καὶ αὐτὸς εἶπον τῶν συμφερόντων. οὐ μὴν ἀλλ' ἐπείπερ ἐπύθεσθε, ἃ νομίζω συμφέροντα ἐρῶ. καὶ πρῶτον μὲν ἔπεισί μοι θαυμάζειν, ὅθεν οὕτω πεπείκατε ἑαυτοὺς, σὺν οὐδενὶ πόνῳ καταλήψεσθαι τὴν Κωνσταντίνου μόνον ὀφθέντες. εἰ μὲν γάρ τι πλέον ἴστε ἢ ἐπύθεσθε ὧν καὶ αὐτὸς ἐπίσταμαι, ὅ, τι ποτ' ἂν εἴη μαθεῖν ἐβουλόμην· εἰ δ' οὐδὲν, τἀναντία παντάπασιν ἐμοὶ φρονεῖτε. ἐγὼ γὰρ πόλιν οὕτω μεγάλην καὶ πολυάνθρωπον, καὶ χρήμασι καὶ ὅπλοις καὶ στρατιώταις δυνατωτάτην, καὶ βασιλέα ἔχου 1.103 σαν ἐγκαθεστῶτα, οὕτω μὲν συνετὸν, ἐπὶ τοσούτοις δ' ἄρξαντα χρόνοις καὶ πολλὸν ἔχοντα περὶ αὐτὸν εὐνοϊκῶς διακειμένων, καὶ χρήμασιν ἐῤῥωμένον, οἷς αὐτῷ πείσει προσέχειν τὴν στρατιὰν, οὐ τῶν ῥᾴστων, ἀλλὰ τῶν δυσκολωτάτων εἶναι νομίζω κατασχεῖν. καὶ χωρὶς δὲ τούτων τῶν παλαιῶν τις Ἑλλήνων σοφὸς μὴ τὰ τοιαῦτα ῥᾳδίως ἐλπίζειν πείθει, πολλὰ τὰ μεταξὺ χειλέων καὶ κύλικος εἶναι εἰπών. ἔστι δέ τις καὶ στρατηγοῖς νόμος, ἐπίσης ταῖς εὐτυχίαις καὶ τὰς δυσπραγίας μετρεῖν, καὶ οὗτος ἄριστος στρατηγῶν, ὅστις ἢ ἐπιτυγχάνων νικᾷ, ἢ ἀποτυγχάνων οὐκ ἀποβάλλει τὰ ὄντα. σκέψασθε δὴ, εἴγε νῦν ἐπιστρατεύσαντες τῇ Κωνσταντίνου, οὐχ οἷοί τε γενώμεθα ἑλεῖν, ὁπόσα συμβήσεται τὰ δυσχερῆ. εὐθὺς μὲν γὰρ ἀνάγκη τοὺς τῷ πρεσβυτέρῳ βασιλεῖ προσκειμένους, ἡμῶν ἀπράκτων ἐπανελθόντων, ἀναθαρσῆσαί τε καὶ εἰς ἐλπίδα τοῦ νικήσειν γενομένους προθυμότερον ἂν ἡμῖν ἐπελθεῖν, οὗπερ αὐτοὶ ἑαυτοῖς ἡμεῖς ἂν φανείημεν αἰτιώτατοι βουλευσάμενοι κακῶς. ἔχοντες δὲ ἑκατέρωθεν τοὺς πολεμίους, ἔκ τε γὰρ τῶν κατὰ τὴν ἕω τοῖς Ῥωμαίοις ὑπηκόων πόλεων καὶ αὐτοῦ Βυζαντίου δυνατὸν ἀξιόμαχον ἡμῖν ἀθροισθῆναι στρατιὰν, καὶ ἐκ τῆς ἑσπέρας ἑτέραν ὁμοίαν, αὐτοὶ ἐναπειλημμένοι μέσοι, ἢ διαφθαρησόμεθα, μὴ δυνάμενοι ἀντέχειν πρὸς ἀμφίβολον τὸν πόλεμον, ἢ κακῶς ἀπαλλάξομεν, τῶν μὲν πολεμίων ἑκατέρωθεν ἐπικειμένων, τῶν προσχωρησάντων δὲ ἀφισταμένων, διὰ τὸ ἐν ἐλπίσιν ἡμᾶς εἶναι διαφθαρήσεσθαι. καὶ πρὸς ἔτι τούτοις ὅπλων δεησόμεθα καὶ χρημάτων, τοῖς μὲν ἤδη 1.104 ἀφεστῶσι πολεμοῦντες, τοῖς δ' ἔτι μένουσι φρουρὰς ἐγκαθιστάντες, ὅπως μὴ ἀποστῶσιν· ἃ ἐς ὅσας ἀνάγκας ἡμᾶς καταστήσει, συνορᾷν χρή. ἔτι δὲ κἀκεῖνο ἐνεθυμήθην, ὡς ὅ τε τῶν Τριβαλῶν ἡγεμὼν καὶ ὁ τῶν Μυσῶν βασιλεὺς Σφεντισθλάβος, κηδεσταὶ βασιλέως ὄντες, νῦν μὲν διαφέρονται πρὸς αὐτὸν ἰδίων τινῶν ἕνεκα αἰτιῶν· ἂν δὲ διὰ τὸν πρὸς ἡμᾶς πόλεμον διαλύσηται πρὸς αὐτοὺς, καὶ κελεύσῃ βοηθεῖν, πολεμίοις αὐτοῖς χρησόμεθα φοβερωτάτοις. τοιαῦτα μὲν καὶ ἕτερα δυσχερέστερα ἀναφυήσεται ἡμῖν κακὰ, ἂν μὴ αὐτοβοεὶ τὴν πόλιν ἕλωμεν, καθάπερ αὐτοί φατε· ἂν δὲ τραπώμεθα πρὸς τὴν ἑσπέραν, πρῶτον μὲν τὸ κωλῦσον οὐδὲν, ἅπασαν ὑφ' ἑαυτοὺς ποιήσασθαι ἐν βραχεῖ· οἵ τε γὰρ ἑσπέριοι, αὐθόρμητοι πρὸς τὰς ἀποστασίας, καὶ προσχωρήσουσι ῥᾳδίως τῷ νέῳ βασιλεῖ, χαίροντες πρὸς τοὺς νεωτερισμοὺς, οἵ τ' ἐφεστηκότες ταῖς πόλεσιν ἡγεμόνες, ὑπό τε τῶν ἰδίων ἕκαστος πολιτῶν ἐκβιαζόμενος καὶ τὴν ἀδηλίαν δεδοικότες τῆς τύχης, οὐκ εἰδότες πρὸς ὁπότερον τῶν βασιλέων τὸ κράτος χωρήσει, τῷ δυνατωτέρῳ τὸ νῦν ἔχον φαινομένῳ καὶ αὐτοῖς ἐπικειμένῳ παραδώσουσι τὰς πόλεις. οὐ μὴν ἀλλὰ καὶ βασιλεὺς καὶ χρήμασι καὶ τιμαῖς καὶ δωρεαῖς ἄλλαις ἀμειβόμενος τοὺς προσιόντας πρὸς ἑαυτὸν, καὶ τοὺς μὴ βουλομένους πρότερον ἂν ἐφελκύσηται· ἔπειτα δὲ καὶ οὓς εἴπομεν ἡγεμόνας τῶν ὁμόρων ἡμῖν ἐθνῶν ἀποκνήσουσιν ἡμῖν ὡς δυνατοῖς ἀντικαθίστασθαι πρὸς πόλεμον, ἢ συμμαχήσουσι. τὸ γὰρ δυνατὸν εἰς ἀντίδοσιν ποιεῖ 1.105 τοὺς βαρβάρους μᾶλλον πρὸς φιλίαν τρέπεσθαι. ποιησάμενοι δὲ ὑφ' ἑαυτοὺς τὴν ἑσπέραν ἀντίῤῥοπον οὖσαν ἡμῖν, καὶ διπλασιάσαντες τὴν δύναμιν, ἀσφαλῶς ἤδη πρὸς Βυζάντιον βαδιούμεθα. κἂν μὲν προσχωροίη, εὖ ἂν ἔχοι· εἰ δὲ μὴ, περικαθεσθέντες ἐκπολιορκήσομεν τῷ χρόνῳ, οὐδενὸς ὄντος τοῦ ἀπανίστασθαι καταναγκάσοντος. τούτων δὴ ἕνεκα τὴν βασιλέως γνώμην λυσιτελεῖν