35
τὸν αιτιον τῆς νίκης ἀποθανούμενον, καὶ ἐξαρπάσαντες αὐτὸν εὐχαῖς τὸν θεὸν ἐξιλάσκοντο. διαφθείρας δὲ ὁ Σαοὺλ ὡσεὶ μυριάδας εξ τῶν Παλαιστηνῶν ἀνθυπέστρεψε. χειροῦται δὲ ̓Αμμανίτας καὶ Μωαβίτας Παλαιστηνούς τε καὶ ̓Ιδουμαίους καὶ ̓Αμαληκίτας καὶ τὸν βασιλέα τῆς Σουβᾶ, καὶ ἐξείλετο τὸν ̓Ισραὴλ ἐκ χειρὸς τῶν ἀλλοφύλων. ησαν δὲ τῷ Σαοὺλ υἱοὶ τρεῖς, ̓Ιωνάθαν καὶ ̓Ισουὶ καὶ Μελχισουί, καὶ θυγατέρες δύο, Μερὸβ καὶ Μελχόλ· ἀρχιστράτηγον δὲ ειχε τὸν ̓Αβεννὴρ υἱὸν Νὴρ συγγενοῦς αὐτοῦ. Εφη δὲ Σαμουὴλ τῷ Σαοὺλ κελεύειν αὐτῷ τὸν θεὸν πατάξαι τὸν ̓Αμαλήκ, καὶ κρατήσαντα μηδενὸς φείσασθαι, μὴ γυναικῶν, μὴ νηπίων, μὴ ὑποζυγίων, μὴ βοσκημάτων, ἐξαλεῖψαι δὲ τὸ ονομα αὐτοῦ ἐκ τῆς γῆς. καὶ ὁ Σαοὺλ τῷ ̓Αμαλὴκ συμβαλὼν κατὰ κρά1.88 τος νικᾷ καὶ κτείνει πάντας, χειροῦται δὲ καὶ τὸν βασιλέα τῆς χώρας Αγαγ ὠνομασμένον, καὶ οὐκ ἀπέκτεινεν, ἀγασθεὶς αὐτὸν διὰ κάλλος καὶ μέγεθος· καὶ τὰ τῶν βουκολίων καὶ ποιμνίων καὶ τῶν αλλων ἐξαίρετα περιεποιήσατο, ἀμνημονήσας τῆς θείας προστάξεως. χρηματισθεὶς δὲ Σαμουὴλ παρὰ τοῦ θεοῦ, εἰπόντος μεταμεμελῆσθαι οτι ἐβασίλευσε τὸν Σαούλ, συνήντησε τῷ βασιλεῖ. ὁ δ' εὐχαριστεῖν ελεγε τῷ θεῷ δόντι κράτος αὐτῷ κατὰ τῶν πολεμίων, καὶ πάντα δὲ τὰ κεκελευσμένα ποιῆσαι. καὶ ὁ προφήτης "βοῆς" ειπεν "ἀκούω ὑποζυγίων καὶ βοσκημάτων αλλων. πόθεν ταῦτα;" Σαοὺλ δὲ τὸν λαὸν ειπεν εἰς θυσίαν τετηρηκέναι αὐτὰ τῷ θεῷ, τοὺς δὲ ̓Αμαληκίτας πάντας ἐξαφανισθῆναι ατερ τοῦ βασιλέως αὐτῶν. πρὸς ταῦτα ὁ Σαμουήλ "ἐπεὶ τὰ κεκελευσμένα σοι" εφη "πρὸς θεοῦ παραβέβηκας, ισθι οτι τὴν βασιλείαν ἀφαιρεθήσῃ," ὁ δὲ κατετίθετο ἁμαρτῆσαι, καὶ ἱλαστήριον θῦσαι τὸν προφήτην ἱκέτευε. καὶ ος ὑπεχώρει, Σαοὺλ δὲ τῆς διπλοΐδος ἐπιλαμβάνεται αὐτοῦ καὶ διαρρήσσει ταύτην βιαζόμενος αὐτὸν κατασχεῖν. καὶ ὁ προφήτης "ουτως ἡ βασιλεία σου" εφη "διαρρηχθήσεται καὶ δοθήσεται ἀνδρὶ δικαίῳ καὶ ἀγαθῷ." δεομένου δ' ετι τοῦ βασιλέως πείθεται, καὶ ἀχθῆναι τὸν Αγαγ αἰτεῖ, καὶ κτανθέντος ἐκείνου κελεύσει αὐτοῦ αὐτίκα εἰς ̓Αρμαθαῒμ ὑποχωρεῖ. Καὶ αὐτῷ ἐντέλλεται ὁ θεὸς πρὸς ̓Ιεσσαὶ ἀπελθεῖν καὶ χρῖσαι τῷ ἐλαίῳ εἰς βασιλέα ενα τῶν ἐκείνου υἱῶν, ον αν δείξῃ αὐτῷ. καὶ ἀπελθὼν εἰς Βηθλεὲμ καὶ θύσας κέκληκε τὸν ̓Ιεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ. καὶ ἰδὼν τὸν πρωτότοκον μέγαν τε καὶ καλὸν ᾠήθη ἐπ' αὐτῷ τὸν θεὸν εὐδοκεῖν. ὁ δὲ θεός "μὴ ἐπιβλέψῃς" ειπεν "ἐπὶ τὴν οψιν αὐτοῦ, μηδ' εἰς τὸ 1.89 τοῦ σώματος μέγεθος· ανθρωπος μὲν γὰρ εἰς πρόσωπον οψεται, ὁ δὲ θεὸς εἰς καρδίαν." παρελθόντων δὲ καὶ τῶν αλλων παίδων τοῦ ̓Ιεσσαί, ἐπ' οὐδενὶ εὐδόκησεν ὁ θεός. καὶ ειπε Σαμουήλ "οὐκ ἐξελέξατο κύριος ἐν τούτοις, καὶ εἰ εστιν ετι λοιπός, παρελθέτω." καὶ ̓Ιεσσαί "μικρὸς ετι περιλέλειπται" εφη "ποιμαίνων." κληθῆναι ουν αὐτὸν ὁ προφήτης ἐκέλευσεν. ὡς δ' ηκε κληθεὶς ὁ ∆αβίδ, παῖς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ταλλα καλός, τοῦτον ειναι τὸν χρισθησόμενον δηλοῖ τῷ Σαμουὴλ ὁ θεός. καὶ λαβὼν ἐκεῖνος τὸ κέρας τοῦ ἐλαίου εχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ. καὶ ἀπῆλθεν εἰς ̓Αρμαθαΐμ. πνεῦμα δὲ θεῖον ἐφήλατο ἐπὶ ∆αβίδ, ἐκ δὲ Σαοὺλ ἀπέστη, καὶ πνεῦμα πονηρὸν μετῄει αὐτὸν συμπνῖγον καὶ κακοῦν τὸν ανδρα. εδοξεν ουν παρίστασθαί τινα τῷ βασιλεῖ εἰδότα ψάλλειν μετὰ κινύρας, ιν' οτε προσπέσοι αὐτῷ τὸ δαιμόνιον ἐκταράττον, ψάλλῃ ἐν τῇ κινύρᾳ καὶ κατευνάζῃ τὸν τάραχον. μεταπέμπεται τοίνυν ὡς τοιοῦτον τὸν ∆αβίδ· καὶ ἠγαπήθη ὁ νεανίας σφόδρα παρὰ τοῦ βασιλέως, καὶ εἰς ὁπλοφόρον αὐτῷ ἐχρημάτισε. καὶ ἐν τῷ ἐπιέναι τῷ βασιλεῖ τὸ πνεῦμα τὸ πονηρὸν κατεπῇδεν αὐτοῦ, καὶ ἀφίστατο, καὶ εἰς ἑαυτὸν ὁ Σαοὺλ ἐπανήρχετο. Οἱ δ' ἀλλόφυλοι κατὰ τῶν ̓Ισραηλιτῶν ἐπεστράτευσαν, ἀντικατέστησαν δὲ αὐτοῖς καὶ οἱ ἐξ ̓Ισραήλ. καὶ ἐν μεταιχμίῳ τῶν στρατευμάτων ἀμφοῖν ἀνήρ τις τῶν ἀλλοφύλων στάς, Γολιὰθ ἐκείνῳ τὸ ονομα, ἀνὴρ δυνατὸς καὶ πάντων ὑπερανεστηκώς, πήχεων γὰρ εξ καὶ σπιθαμῆς τὸ υψος αὐτῷ, καὶ ὁ θώραξ αὐτοῦ πεντακισχιλίων σίκλων ειλκε σταθμόν, καὶ τὸ δόρυ αὐτοῦ ὡς ἀντίον