35
αλυς, ἡ ἀδημονία, καὶ ἡ πλάνη τῆς διανοίας. τὸ δὲ ἀλύω, τὸ ἀδημονῶ, ὡς πλήθω πληθύω. ̓Αλυκτεῖν· ἀλυκταίνειν. δυσφορεῖν, ἀγανακτεῖν. ̓Αλυσκάζω. τὸ ἐκκλίνω. ̓Αλφάνει. εὑρίσκει. *καὶ ἀλφῶ τὸ εὑρίσκω.* ̓Αλφάζω. τὸ προνοῶ. Αλφειν. τὸ εὑρίσκειν. ἀλφῶ τὸ εὑρίσκω, ἐξ ου καὶ αλφα. ̓Αλῶ. τὸ πλανῶ. καὶ ἁλῶ, τὸ συλλαμβάνω. ̔Αλῴη. κρατηθῇ. εχει τὸ ˉι προσγεγραμμένον ἐν τῇ παραληγούσῃ· εστι γὰρ, ἐὰν ἁλῷ, ἐὰν alpha.139 ἁλῷς, καὶ πλεονασμῷ τοῦ ˉη γίνεται ἁλῴη. ωσπερ ἐὰν στῶ, στῇς, στῇ, στῄη. στῄη ἐπ' ὠκυῤῥόῳ ποταμῷ. καὶ ἐὰν φῶ, φῇς, φῇ, φῄη. δύναται καὶ τὸ ἁλῴη μὴ εχειν τὸ ˉι κατὰ τὴν παραλήγουσαν, ἀλλὰ κατὰ τὴν λήγουσαν· ινα ειπωμεν αὐτὸ ἀπὸ τρισυλλάβου, ἀπὸ τοῦ ἐὰν ἁλώω, ἐὰν ἁλώῃς, ἐὰν ἁλώῃ. ἁλῶ τὸ συλλαμβάνω. οπερ Ομηρος εφη· η κεν ἁλώω. παράγεται ἀπὸ τούτου καὶ τὸ ἁλίσκω. ειρηται παρὰ τὸ τὴν αλα, ἀπὸ τῶν κατὰ θάλατταν λαμβανομένοις πρῶτον ἁλίσκεσθαι νομιζόντων. ̓Αλέντεσ. συγκλεισθέντες. ̓Αλίσασ. ἀντὶ τοῦ κονίσας. καὶ ἀλίζειν τὸ ἀλείφεσθαι, η αλας ἐπιπάττειν. ουτως ευρον παρὰ τῷ Ψελλῷ. ̓Αλδαίνειν. μεμηνέναι. τοῦ Ψελλοῦ· αγγουρος τὸ μελίπηκτον, ἀλδαίνειν μεμηνέναι. ( ̓Επίῤῥημα.) ̓Αλλά. ἀντὶ τοῦ οταν δὲ, καὶ ἀντὶ τοῦ ˉγˉε. ουτος ὁ σύνδεσμος δοκεῖ προκειμένοις τισὶν ἐπιφέρεσθαι, οιο· οὐκ ἐγὼ ταῦτ' ειπον, ἀλλ' ὁ δεῖνα. καὶ ἐν τῷ· οὐ μὴν ἀλλ' εγωγε. ἀρχὴ δὲ λόγου ὁ ἀλλὰ σύνδεσμος, θαυμαστὸν τινὰ καὶ εκπληξιν εἰσάγει, οιον· ἀλλ' εμοιγε δοκεῖ-. * Αλλως τε. μάλιστα.* ̓Αλείπτωσ. ἀνενδεῶς. ἀλήπτως δὲ ἀντὶ τοῦ ἀδώρως, ˉη. Αληθεσ. ἀντὶ τοῦ οντως. ̓Αλληνάλλωσ. ὡς ετυχεν. Αληκτον. ἀντὶ τοῦ ἀλήκτως. αληκτον ὑμνεῖ τὸν κενούμενον λόγον. εστι δὲ μεσότητος ἐπίῤῥημα· μετάγεται δὲ ἀπὸ τοῦ ὀνόματος ὡς ἐπίῤῥημα. Αλισ. ἱκανῶς, ἀρκετῶς, αὐτάρκως. alpha.140 ̓Αλλοτρίωσ. πολεμίως. φησὶ καὶ ∆αβίδ· ἐπ' ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου, τοῦτ' ἐστὶ τῶν πολεμίων. Αλλυδισ. ἀντὶ τοῦ ἀλλαχοῦ, ἀπὸ τοῦ αλλος. ̓Αλωπεκῆθεν. ἀπὸ τῆς ̓Αλωπεκῆς. εστι δὲ ̓Αλω πεκὴ δῆμος ̓Αντιοχίδος. Αλλωσ. ἀντὶ τοῦ ματαίως. παρὰ τὸ ηλος, τὸ μάταιος. οιον· δαιμόνιε φρένας ἠλέ- καὶ διπλασιασμῷ τοῦ ˉλ καὶ συστολῇ τοῦ ˉη αλλως. εἰώθασι γὰρ οἱ ∆ωριεῖς διπλασιάζοντες τὸ ἀμετάβολον, συστέλλειν τὰς ὑποκειμένας συλλαβάς. ̓Αλογίστωσ. ανευ λόγου καὶ τινὸς αἰτίας. τοῦ θεολόγου· μηδὲν εἰκῆ, μὴ δὲ ἀλογίστως, μὴ δὲ χαμερπῶς-. Τὸ Α μετὰ τοῦ Μ. ( ̓Αρσενικόν.) ̓Αμαθέστερος καὶ ἀμαθήσ. ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος. ουτως Πλάτων. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς, καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου. ̓Αμαθήσ. ἀδίδακτος, ἀμύητος. ὁ δὲ ἀκούει ταῦτα καὶ μὴ ων ἀμαθὴς οἰωνῶν τὸν παῖδα ἐπανάγει καὶ τρέφει ὡς γνήσιον. ὁ δὲ ̓Ιουστῖνος ἀμάθητος ην γραμμάτων ἁπάντων, καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος. ̓Αμαθί. ονομα κύριον. ̓Αμάν. κύριον. ουτος προεστὼς ην βασιλικῶν πραγμάτων ∆αρείου. ̓Αμμανίται. ονομα εθνους. σημαίνει δὲ καὶ τοὺς μύκητας. ̔Αμαξουργόσ. ὁ τὰς ἁμάξας κατασκευάζων. ̓Αμάξιτοσ. πολίχνιον τῆς Τρωάδος. ὁ πολίτης ̓Αμαξιτηνός. alpha.141 ̓Αμαρτυρήτουσ. ἀντὶ τοῦ ἀμαρτύρους. ουτως ̓Αντιφάνης. ̔Αμαρτίνουσ. ὁ κατὰ νοῦν ἁμαρτῶν. τὰ ἀπὸ περισπωμένου ῥήματος γινόμενα ῥήματα, η διὰ τοῦ ˉο γίνεται, οιον, μισῶ, μισογύνης, φιλῶ, φιλόθεος, η διὰ τοῦ ˉι, οιον, ἁμαρτῶ, ἁμαρτίνους, οἰδῶ, οἰδίπους. Αμαχοσ. ὁ μὴ μαχόμενος. ουτως Ξενοφῶν. καὶ ἀμάχητοι οἱ μήπω μεμαχημένοι. Αμασισ. ονομα κύριον. ος ειλε Κύπρον πρῶτος ἀνθρώπων, καὶ κατεστρέψατο εἰς φόρου ἀπαγωγάς. εστι δὲ καὶ Αμασις ονομα πόλεως. * ̓Αμουργοί. λαμπτῆρες.* ̓Αμαλλοδετήρ. ὁ τὰ δράγματα συλλέγων. αμαλλα γὰρ ἡ δέσμη τῶν ἀσταχύων. ̔Αμαρτοεπήσ. ὁ ἐν τῷ λέγειν ἁμαρτάνων. ̓Αμάλθακτοσ. ἀνένδοτος. ̔Αμαρτωλοί. οἱ ἑκουσίως ἁμαρτάνοντες, καὶ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας. ̓Αμαιμάκετος καὶ ἀμαιμακέτησ. ὁ μακρὸς, ὁ ἀκαταγώνιστος, ὁ ἀκαταπόνητος. παρὰ τὸ μῆκος, μάκετος. οιον· ἱστὸν ἀμαιμάκετον. καὶ διπλασιασμῷ μαμάκετος· καὶ πλεονασμῷ τοῦ ˉι καὶ ἐπιτάσει τοῦ ˉα ἀμαιμάκετος, ὁ ὑπερφυής. τὸ δὲ -πνείουσ' ἀμαιμάκετον πῦρ παρὰ τὸ μαιμῶ,