1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

35

διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων· τούτους δὲ κατὰ μηδένα ἀπολείπεσθαι τοῦ Ἰησοῦ. Τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας Ep. τῆς αὐτῆς περιφορᾶς παρούσας, καὶ διὰ τοῦτο ὡσαύτως καταφρονεῖν l. c. Int. καταφρονοῦσας τῶν κοσμοποιῶν διὰ τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως, καὶ αὖθις εἰς τὸ αὐτὸ χωρῆσαι. Εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν. 1.20.2 Τεχνὰς οὖν μαγικὰς ἐξεργαζόμενοι καὶ ἐπαοιδὰς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ ποιητῶν τοῦδε τοῦ κόσμου, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων, οἵτινες καὶ αὐτοὶ εἰς διαβολὴν τοῦ θείου τῆς Ἐκκλησίας ὀνόματος, πρὸς l. ὡς καὶ τὰ ἔθνη ὑπὸ τοῦ Σατανᾶ προεβλήθησαν, ἵνα κατ' ἄλλον καὶ ἄλλον τρόπον τὰ ἐκείνων ἀκούοντες ἄνθρωποι, καὶ δοκοῦντες ἡμᾶς πάντας τοιούτους ὑπάρχειν, ἀποστρέφουσι τὰς ἀκοὰς αὐτῶν ἀπὸ τοῦ τῆς ἀληθείας κηρύγματος, adj. ἢ καὶ βλέποντες τὰ ἐκείνων ἅπαντας ἡμᾶς βλασφημοῦσιν. Εἰς τοσοῦτον δὲ μετενσωματοῦσθαι φάσκουσι τὰς ψυχὰς, ὅσον πάντα τὰ ἁμαρτήματα πληρώσωσιν· ὅταν δὲ μηδὲν λείπῃ, τότε ἐλευθερωθεῖσαν ἀπαλλαγῆναι πρὸς ἐκεῖνον τὸν ὑπεράνω τῶν κοσμοποιῶν ἀγγέλων Θεὸν, καὶ οὕτως σωθήσεσθαι πάσας τὰς ψυχάς. Εἴ τινες δὲ φθάσασαι ἐν μίᾳ παρουσίᾳ ἀναμιγῆναι πάσαις ἁμαρτίαις οὐκέτι μετενσωματοῦνται, ἀλλὰ πάντα ὁμοῦ ἀποδοῦσαι τὰ ὀφλήματα, ἐλευθερωθήσονται τοῦ μηκέτι γενέσθαι ἐν σώματι. 1.20.3 Καὶ εἰ μὲν πράσσεται παρ' αὐτοῖς τὰ ἄθεα, καὶ ἔκθεσμα, καὶ ἀπειρημένα, ἐγὼ οὐκ ἂν πιστεύσαιμι. Ἐν δὲ τοῖς συγγράμμασιν αὐτῶν οὕτως ἀναγέγραπται, καὶ αὐτοὶ οὕτως ἐξηγοῦνται, τὸν Ἰησοῦν λέγοντες ἐν μυστηρίῳ τοῖς μαθηταῖς αὐτοῦ καὶ ἀποστόλοις κατ' ἰδίαν λελαληκέναι, καὶ αὐτοὺς ἀξιῶσαι, τοῖς ἀξίοις καὶ τοῖς πειθομένοις ταῦτα παραδιδόναι. ∆ιὰ πίστεως γὰρ καὶ ἀγάπης σώζεσθαι· τὰ δὲ λοιπὰ ἀδιάφορα ὄντα, κατὰ τὴν δόξαν τῶν ἀνθρώπων, πῆ μὲν ἀγαθὰ, πῆ δὲ κακὰ νομίζεσθαι, οὐδενὸς φύσει κακοῦ ὑπάρχοντος. 1.20.4 Τούτων τινὲς καὶ καυτηριάζουσι τοὺς ἰδίους μαθητὰς ἐν τοῖς ὀπίσω μέρεσι τοῦ λοβοῦ τοῦ δεξιοῦ ὠτός .... καὶ εἰκόνας δὲ .... κατασκευάζουσι τοῦ Χριστοῦ, λέγοντες ὑπὸ Πιλάτου τῷ καιρῷ ἐκείνῳ γενέσθαι ... 1.21.1 ΚΗΡΙΝΘΟΣ δέ τις, καὶ αὐτὸς Αἰγυπτίων παιδείᾳ ἀσκηθεὶς, ἔλεγεν οὐχ ὑπὸ τοῦ πρώτου suppl. Θεοῦ γεγονέναι τὸν κόσμον, ἀλλ' ὑπὸ δυνάμεως τινὸς κεχωρισμένης, suppl. καὶ ἀπεχούσης τῆς ὑπὲρ τὰ ὅλα ἐξουσίας, καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα Θεόν. Τὸν δὲ Ἰησοῦν ὑπέθετο μὴ ἐκ παρθένου γεγενῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας οἷον l. υἱὸν, ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, καὶ δικαιότερον γεγονέναι Int. καὶ φρονιμώτερον καὶ σοφώτερον. Καὶ μετὰ τὸ βάπτισμα κατελθεῖν εἰς αὐτὸν τὸν l. ἀπὸ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας, τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς· καὶ τότε κηρῦξαι τὸν γνωστὸν l. ἄγνωστον πατέρα, καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει, ἀποστῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ, καὶ τὸν Ἰησοῦν πεπονθέναι καὶἐγηγέρθαι, τὸν δὲ Χριστὸν ἀπαθῆ διαμεμενηκέναι πατρικὸν l. πνευματικὸν ὑπάρχοντα. ἘΒΙΩΝΑΙΟΙ δὲ ὁμολογοῦσι τὸν κόσμον ὑπὸ τοῦ ὄντως Θεοῦ γεγονέναι· τὰ δὲ περὶ τὸν Χριστὸν ὁμοίως τῷ Κηρίνθῳ καὶ Καρποκράτει μυθεύουσι. ΚΕΡ∆ΩΝ δέ τις ἀπὸ τῶν περὶ τὸν Σίμωνα τὰς ἀφορμὰς λαβὼν, καὶ ἐπιδημήσας ἐν τῇ Ῥώμῃ ἐπὶ Ὑγίνου, ἔνατον κλῆρον τῆς ἐπισκοπικῆς διαδοχῆς ἀπὸ τῶν ἀποστόλων ἔχοντος, ἐδίδαξε τὸν ὑπὸ τοῦ νόμου καὶ προφητῶν κεκηρυγμένον Θεὸν, μὴ εἶναι Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τὸν μὲν γὰρ γνωρίζεσθαι Hipp. ἐγνῶσθαι, τὸν δὲ ἀγνῶτα Hipp. ἄγνωστον εἶναι· καὶ τὸν μὲν δίκαιον, τὸν δὲ ἀγαθὸν ὑπάρχειν. ∆ΙΑ∆ΕΞΑΜΕΝΟΣ δὲ αὐτὸν Μαρκίων ὁ Ποντικὸς, ηὔξησε τὸ διδασκαλεῖον, ἀπηρυθριασμένως βλασφημῶν. Ἀπὸ Σατορνίνου καὶ Μαρκίωνος οἱ καλούμενοι ἐγκρατεῖς, ἀγαμίαν ἐκήρυξαν, ἀθετοῦντες τὴν ἀρχαίαν πλάσιν τοῦ Θεοῦ, καὶ ἠρέμα