τῶν παίδων ἐμαστίγωσε τοὺς γονεῖς, ἵνα μάθωσι μὴ ἀτιμάζειν τοὺς προφήτας καὶ δι' αὐτῶν τὸν θεόν. Ἐρώτησις πα. Eἰ πᾶσα πλάνη τῇ Χριστοῦ παρουσίᾳ κατήργηται, πῶς διὰ τῶν καλουμένων ἐγγαστριμύθων οἱ δαίμονες φθέγγονται; Πῶς δὲ οὐκ εὐτελῆ καὶ καταφρονήσεως ἄξιον τὸν χριστιανισμὸν παριστῶσιν, ὅταν ἐν σώμασι Χριστιανῶν τὰ μὲν τῆς ἀπάτης ἐπιδείκνυνται ἔργα, τὰ δὲ τῆς μαντείας ἀποφθέγγονται λόγια; Ἀπόκρισις. Eἰ κατὰ τὸ εἰρημένον οὐδέπω τὰ πάντα αὐτῷ ὑποτεταγ μένα εἰσίν, ἄχρις ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, ὡς εἶναι δῆλον ὅτι οὔπω κατήργηται πᾶσα τῶν δαιμόνων ἡ πλάνη· ἀλλ' οἷς μὲν ὁ Χριστὸς πεπίστευται ἐν τούτοις πᾶσα τῶν δαιμόνων ἡ πλάνη κατήργηται, οἷς δὲ ὁ Χριστὸς ἔτι ἀπι στεῖται ἐν αὐτοῖς ἐνεργοῦσιν οἱ δαίμονες τὴν πλάνην. Καὶ τὰ φαντάσματα, οἷς οἱ ἐγγαστρίμυθοι κέχρηνται πρὸς τὸ λα λεῖν καὶ πράττειν τὰ τῆς μαντείας λόγια καὶ ἔργα, οὐκ ἔστιν ἀληθινὰ σώματα, ἀλλὰ φαντάζουσιν οἱ δαίμονες τὰς ὄψεις τῶν ὁρώντων, ὡς σώματα ὁρᾶν τὰ μὴ σώματα. Ἐρώτησις πβ. Eἰ οὐδαμοῦ ὀνόματα δαιμόνων ἡ γραφὴ τοῖς ἀνθρώποις ἔδειξε, πῶς οἱ Ἰουδαῖοι ἐπὶ τοῦ κυρίου τὸ τοῦ Βεελζεβοὺλ ὡς ἐγνωσμένον ὠνόμαζον ὄνομα, ἐν τούτῳ φάσκοντες αὐτὸν τοὺς δαίμονας ἐκβάλλειν; Πῶς δὲ καὶ αὐτὸς ὁ δεσπότης ὡς γινώ σκουσι τοῖς μαθηταῖς τὴν τοῦ δαίμονος κλῆσιν ἔλεγεν· Eἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν; Τίς δὲ ἡ ἑρμηνεία τοῦ τοιούτου ὀνόματος; Ἀπόκρισις. Ὥσπερ τὸ εἶναι δαίμονας ὑπ' αὐτῶν τῶν δαιμόνων ἐμάν θανον οἱ ἄνθρωποι, οὕτως καὶ τὰς ὀνομασίας αὐτῶν παρ' αὐτῶν ἐδιδάχθησαν. Πρῶτον γὰρ ἔθυσαν οἱ ἄνθρωποι τοῖς δαίμοσι, καὶ ὕστερον εἶπεν ἡ θεία γραφὴ τὸ Ἔθυσαν δαιμο νίοις καὶ οὐ θεῷ. Καὶ καθάπερ περὶ τοῦ εἶναι τοὺς δαίμονας οὐδὲν φαίνεται ἡ γραφὴ εἰρηκυῖα, ὅμως δὲ λέγει· Ἔθυσαν τοῖς δαιμονίοις καὶ οὐ θεῷ· οὕτως καὶ περὶ τῆς ὀνομασίας αὐτῶν μηδὲν εἰρηκυῖα λέγει τὰ ὀνόματα τῶν δαιμόνων, τοῦ τε Βεελ ζεβοὺλ καὶ τοῦ Βελίαρ. Ποία, φησί, συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Oἷς γὰρ ἐκέχρηντο οἱ ἐπαοιδοὶ ὀνόμασι πρὸς τὰ προκείμενα αὐτοῖς ἔργα, ταῦτα ἀναγκαίως παρ' αὐτῶν ἐμάνθανον· κατὰ γὰρ τὸν τρόπον τῆς θεραπείας οὕτως καὶ τὴν προσηγορίαν τῆς κλήσεως αὐτῶν ὠνόμαζον. Eἴρηται δὲ τῷ Ὠριγένει τούτων τῶν ὀνομάτων ἡ ἑρμηνεία ἐν τῇ Ἑρμηνείᾳ τῶν ἑβραϊκῶν ὀνομάτων. Ἐρώτησις πγ. Eἰ ταῖς τῶν ἀλόγων θυσίαις τὸ θεῖον οὐχ ἥδετο, καθώς τινες ἔφασαν καὶ ἡ νῦν δὲ διδάσκει κατάστασις, διὰ τί πρὸ τοῦ νόμου τῷ Νῶε τὸ θύειν προσέταττε, καὶ μάλιστα ὅτε εἰ δωλικαὶ θυσίαι οὐδέπω ἐγίνοντο; Eἰ δὲ ἥδετο ταύταις, διὰ τί μετὰ τὸν νόμον ἡ τούτων χρῆσις ἐπαύσατο;