1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

35

τοὺς ἑαυτῶν παῖδας περιτέμνουσιν ὡς Ὠριγένης λέγει, καίτοι Ἀστάρτην ἀλλ' οὐ Κρόνον τιμῶντες· καὶ Αἰθίοπες δὲ τὰς κόγχας τῶν γονάτων τῶν νέων σιδηρῷ καυστικῷ σφραγίζουσι τῷ Ἀπόλλωνι. ὁ μέντοι Πορφύριος ἐν τῷ ὑπομνήματι τῶν λογίων τὸν δὶς ἐπέκεινα τουτέστι τὸν τῶν ὅλων δημιουργὸν τὸν παρὰ Ἰουδαίων τιμώμενον εἶναι ἀξιοῖ, ὃν ὁ Χαλδαῖος δεύτερον ἀπὸ τοῦ ἅπαξ ἐπέκεινα, τουτέστι τοῦ ἀγαθοῦ, θεολογεῖ. οἱ μέντοι περὶ Ἰάμβλιχον καὶ Συριανὸν καὶ Πρόκλον δημιουργὸν αὐτὸν τοῦ αἰσθητοῦ κόσμου νομίζουσιν εἶναι καλοῦντες αὐτὸν τῆς τετραστοίχου θεόν· ὁ δὲ Ῥωμαῖος Βάρρων περὶ αὐτοῦ διαλαβών φησι παρὰ Χαλδαίοις ἐν τοῖς μυστικοῖς αὐτὸν λέγεσθαι Ἰάω ἀντὶ τοῦ φῶς νοητὸν τῇ Φοινίκων γλώσσῃ, ὥς φησιν Ἑρέννιος. καὶ Σαβαὼθ δὲ πολλαχοῦ λέγεται, οἷον ὁ ὑπὲρ τοὺς ἑπτὰ πόλους, τουτέστιν ὁ δημιουργός. πολλαὶ μὲν οὖν οὕτω περὶ αὐτοῦ δόξαι, κρείττους δὲ μᾶλλον οἱ ἄγνωστον αὐτὸν καὶ ἄδηλον θεολογοῦντες. ὅτι δὲ σφάλλονται οἱ ∆ιόνυσον αὐτὸν εἶναι νομίζοντες ἀπό τε τῶν εἰρημένων ἀμπέλων, αἳ τὰ παραπετάσματα ἀνέστελλον καὶ ἔτι οὐκ οἶδ' ὅθεν ἀναπεισθέντες ἀνοινεῖν τοὺς Ἑβραίων βεβήλους, ἐξ αὐτῶν ἄν τις τῶν παρ' αὐτοῖς νομίμων λάβοι· οὐ γὰρ τοὺς βεβήλους, ἀλλὰ τοὺς ἱερουμένους τουτὶ πράττειν θεσπίζουσιν οὕτω λέγοντες· «οἶνον καὶ σίκερα οὐ πίεσθε ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνήν.» 4.54 Πρὸ δεκαπέντε Καλενδῶν Ἀπριλίων ὁ Εὐκτήμων ποικίλους ἀνέμους πνέειν λέγει. κεφαλαίαν δὲ Ἀθηνᾶν τὴν φρόνησιν ἄν τις εἴποι· καὶ γὰρ ἐπὶ τοῦ βρέγματος κατὰ τὸ ἀντικέφαλον ἐναποκεῖσθαι λέγεται πρὸς ταῖς ῥίζαις τοῦ ἐγκεφάλου τοῖς ἀνθρώποις ἡ φρόνησις· ὅθεν ὀργιζόμενον Ἀχιλλέα Ὅμηρος ἐκ τοῦ βρέγματος πιεζόμενον ὑπὸ τῆς Ἀθηνᾶς ἐποίησε λέγων· ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα. καὶ γλαυκῶπιν αὐτὴν διὰ τὸ πυρῶδες γράφουσι καὶ γλαῦκα αὐτῇ τὸ ὄρνεον προσνέμουσιν, ὅπερ ἐγρήγορε διὰ πάσης τῆς νυκτός, ὡς ἄν τις εἴποι, ἡ ἀνθρωπίνη ψυχὴ κατὰ μηδένα καιρὸν ἀργοῦσα· καὶ γὰρ ἀθάνατος καὶ ἀεικίνητος τὴν φύσιν· τὸ γὰρ παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζωῆς κατὰ Πλάτωνα. 4.55 Ὅτι κατὰ τὴν πρὸ τεσσαρεσκαίδεκα καλενδῶν Ἀπριλίων ἔθος ἦν τοὺς Σαλίους ἀποτίθεσθαι τὰ διοπετῆ ὅπλα, ἅτινα ἐκάλουν ἀγκίλια, οὓς κατέστησεν ὁ Νουμᾶς. ταῦτα δὲ εἰς τιμὴν Ἄρεος πολεμικοῦ εἰώθη κινεῖσθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐν ᾗ λέγεται φωνὴν ἐκ τοῦ οὐρανοῦ ἀκουσθῆναι λέγουσαν, ἕως τότε σώζεσθαι τὴν πόλιν, ἕως ἂν σώζηται τὰ ἀγκίλια. 4.56 Ὅτι καὶ ἐν Ῥώμῃ τὰς τῶν πολιτῶν ἁμαρτάδας ἐπὶ ἁμαξῶν διέπαιζον καὶ λανθανούσας ἐξῆγον κατὰ τὴν Ἀθηναίων συνήθειαν, οἳ τοῖς ἁμαρτάνουσιν ἠπείλουν λέγειν τὰ ἐξ ἁμάξης. 4.57 Πρὸ δεκατεσσάρων Καλενδῶν Ἀπριλίων ἑορτὴ παρὰ Ῥωμαίοις τιμωμένη οὐχ ὡς Ῥωμαϊκὴ ἀλλ' ὡς μεγίστην παρ' Αἰγυπτίοις ἔχουσα τιμὴν δι' αἰτίαν τοιαύτην· τοῦ Νείλου τὴν ἐτήσιον ἐπίδοσιν τῶν ὑδάτων ἀρνουμένου ποτὲ καὶ ταύτῃ τῶν Αἰγυπτίων ἀπολλυμένων, δαίμων τις ἀγαθὸς εἰς ἄνθρωπον φανείς, ὅλον τὸ σῶμα πεπηλωμένος, ἐξεβόα τοῖς Αἰγυπτίοις ἀναβλύ σαι τὸν Νεῖλον, καὶ αὐτὸν ἐμπεσεῖν τοῖς ὕδασι· τῶν δὲ ἀπιστησάντων, ἔργῳ δὲ τἀληθὲς εὑρόντων, ἑορτὴ παρ' αὐτοῖς τε καὶ παρὰ τοῖς Ἕλλησιν ὡρίσθη λεγομένη Πηλούσιον. 4.58 Ὅτι τὴν ἐν Λυδίᾳ Φιλαδέλφειαν Αἰγύπτιοι ἐπόλισαν. ὅτι οἱ περὶ τὸν φιλόσοφον Πρόκλον μικρὰς Ἀθήνας ἐκάλουν τὴν Φιλαδέλφειαν διὰ τὸν πρὸς ἐκείνας ζῆλον διά τε τὰς ἑορτὰς καὶ τὰ ἱερὰ τῶν εἰδώλων. 4.59 Τῇ πρὸ δεκαμιᾶς Καλενδῶν Ἀπριλίων δένδρον πίτυς παρὰ τῶν δενδροφόρων ἐφέρετο ἐν τῷ Παλατίῳ. τὴν δὲ ἑορτὴν Κλαύδιος ὁ βασιλεὺς κατεστήσατο, ἀνὴρ οὕτω δίκαιος περὶ τὰς κρίσεις, ὡς μητέρα τὸν ἑαυτῆς παῖδα ἀρνουμένην κελεῦσαι ὡσανεὶ