διατρίβοντι στρατηγοῦντος τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ μετὰ τῶν ἐν τῇ βασιλίδι στρατιωτῶν ὅρκοις ἀσφαλέσι πρότερον τὰ πιστὰ δεδωκώς, συναποσταλέντων διὰ θαλάσσης καὶ ῥωσικῶν πλοίων κατ' αὐτῶν, αὐτῶν δὲ πεζῇ κατεπειξάντων πρὸς τὸν Ἀθύραν. Ἀλλ' ἔφθασαν προγνόντες διαφυγεῖν. Ἐπιδιῶξαι δὲ οἱ περὶ τὸν Ῥουσέλιον καὶ τὸν Κομνηνὸν βουλόμενοι καὶ τῶν ἐναντίων σφῆλαι πολλούς, οὐκ ἔσχον πειθομένους τοὺς στρατιώτας, δεδιότας τὸ ἐκβησόμενον. Ἔπεσον δὲ τῶν Μακεδόνων πολλοὶ καὶ ζῶντες οὐκ ὀλίγοι ἑάλωσαν, καὶ λαφυραγωγία ἐλήφθη πολλὴ καὶ τὰ πράσινα τοῦ κουροπαλάτου ὀχήματα, ὃς καὶ φεύγων ἀφικνεῖται εἰς Ῥαιδεστόν. Οἱ δὲ Πατζινάκοι μετὰ πλήθους οὐκ ἐλαχίστου τῇ Ἀδριανουπόλει ἐπεφάνησαν, καὶ ταύτην περικαθίσαντες τινὰς κατὰ τῆς χώρας ἀπέστειλαν καὶ τὰ ταύτης κάλλιστα ἐλωβήσαντο, φόνον μὲν ἀνδρῶν ποιησάμενοι, ζῴων δὲ ἀγέλας ἀπείρους ἐλάσαντες καὶ οὐδὲ ἓν εἶδος παραλιπόντες κακώσεως. Ὁ δὲ Βρυέννιος ἐπὶ συνθήκαις καὶ δόσει χρυσοῦ πρὸς δὲ καὶ ὑφασμάτων ὑποχωρῆσαι 176 παρασκευάσας αὐτοὺς ἠργυρολόγει τοὺς ἰδίους, παντὶ τρόπῳ τοῦ κατὰ σκοπὸν μὴ διαμαρτεῖν προθυμούμενος. Ἀποσταλεὶς δὲ ὁ ἀδελφὸς αὐτοῦ Ἰωάννης εἰς τὴν τῆς Κυζίκου χερρόνησον ἐπειρᾶτο τοὺς ἐγχωρίους ὑπαγαγέσθαι. Ἐντυχὼν δὲ αὐτῷ ὁ Ῥουσέλιος κατὰ κράτος αὐτὸν ἐτροπώσατο, ἐνισταμένου Μαρτίου μηνὸς τῆς πρώτης ἰνδικτιῶνος. Τοῦ δὲ πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου κοιμηθέντος καὶ πρὸς τὴν ἀγήρω λῆξιν μεταθεμένου ὁ βασιλεὺς ἕτερον προεχειρίσατο, οὐ τῶν τῆς συγκλήτου τινά, οὐ τῶν τῆς Ἐκκλησίας, οὐκ ἄλλον οὐδένα τῶν Βυζαντίων τῶν ἔκ τε λόγου καὶ πράξεως ὀνομαστῶν καὶ περιωνύμων, Κοσμᾶν δέ τινα μοναχὸν τῆς ἁγίας μὲν πόλεως ἀφιγμένον, μεγίστῃ δὲ τιμῇ παρὰ βασιλέως τιμώμενον διὰ τὴν ἐπιπρέπουσαν αὐτῷ ἀρετήν· εἰ γὰρ καὶ τῆς θύραθεν σοφίας ἄγευστος ἦν καὶ ἀμύητος, ἀλλ' ἀρεταῖς ποικίλαις ἐνωραΐζετο. ∆ιὸ καὶ πάντων ὑπεριδὼν αὐτὸν ἐπὶ τῶν οἰάκων καθίζει τῆς Ἐκκλησίας. Ὁ δὲ Βοτανειάτης τὰ καθ' ἑαυτὸν εὖ διαθέμενος καὶ πρὸς τὸ προκείμενον ἔργον, ὃ ἀνερρίψατο, ἑτοιμαζόμενος, πάντας ὅσοι ποτὲ στρατείας μετεποιήσαντο προσκαλεσάμενος, τάγματα ἐκ τούτων συνεστήσατο, οἷς καὶ χρημάτων διανομῇ καὶ ἀξιωμάτων περιωπῇ τὸ ἀμέριμνον περιεποιήσατο καὶ πρὸς τὸ προκείμενον ἐπέρρωσε τὸ πρόθυμον. Ὧν ἀκούσαντες καὶ οἱ τὴν Νίκαιαν τηρεῖν πρὸς βασιλέως ἐσταλμένοι παμπληθεὶ αὐτῷ προσεφοίτησαν αὐτόμολοι καὶ τὴν πόλιν ἀμαχητὶ προδεδώκασι. Συνεστήσατο δὲ καὶ τουρκικὸν στρατὸν ἀξιόλογον , οὗ καθηγεῖτο Κουτλουμοὺς ἐκεῖνος ὁ περιβόητος σὺν υἱέσι πέντε τούτους προσεταιρισάμενος, προσγενεῖς μὲν τῷ σουλτάνῳ τυγχάνοντας καὶ ἀντιποιουμένους τῆς περσικῆς ἁπάσης ἐπικρατείας, ἀδυνατήσαντας δὲ πρὸς ἐκεῖνον μαχέσασθαι, καὶ διὰ τοῦτο τῇ Ῥωμανίᾳ ἐπιδημήσαντας κράτος ἐκείνῳ ἀντίθετον κατακτήσασθαι, μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, μάχην συστησα 177 μένους πρὸς τὸν σουλτάνον καὶ περὶ τῆς ὅλης ζυγομαχοῦντας ἀρχῆς κατὰ τὸν τόπον ὃς καλεῖται Ῥέ. Καὶ ἤδη συρρήγνυσθαι μελλόντων τῶν στρατευμάτων εἰς ὦτα πίπτει τὸ πρᾶγμα τῷ χαλιφᾷ, ὃς παρ' αὐτοῖς ἐν ἰσοθέῳ τιμᾶται τιμῇ. Κἀκεῖνος αὐτίκα καταφρονήσας παντὸς ὄγκου καὶ ἔθουςοὐ γὰρ ἐφεῖται αὐτῷ προβαίνειν τῆς ἰδίας καταγωγῆς ἐκτὸς ταχὺς ἐλάσας εἰς τὸ Ῥὲ παραγίνεται καὶ τὰς παρατάξεις εὗρεν μελλούσας ἤδη συρρήγνυσθαι. Μέσος στὰς τὰ πρὸς εἰρήνην αὐτοῖς διῄτησεν ἐπὶ συμφέροντι μὲν τῶν Περσῶν καὶ τῆς αὐτῶν ἀρχῆς, ἐπὶ κακῷ δὲ τῆς τῶν Ῥωμαίων ἐπικρατείας καὶ ἐξουσίας. Λόγων γὰρ διαφόρων κινηθέντων καὶ λεχθέντων τελευταῖον κρατεῖ τὸ δόξαν αὐτῷ κοινῇ λυσιτελές, ὥστε τὸν μὲν σουλτάνον ἄρχειν τῆς Περσίδος, ᾗπερ καὶ ὁ πατὴρ αὐτοῦ, τοὺς δὲ περὶ τὸν Κουτλουμοὺς λαβόντας δύναμιν παρὰ τοῦ σουλτάνου καὶ συγχέρειαν τὴν τῶν Ῥωμαίων χώραν ἑαυτοῖς περιποιήσασθαι καὶ ἔχειν εἰς ἰδίαν ἐξουσίαν καὶ βασιλείαν, ὥστε μηδόλως ἐπηρεάζειν ἀλλήλοις ἢ ἐνοχλεῖν. Καὶ ἐπὶ τῇ τοιαύτῃ ὑποθήκῃ καὶ διαιτήσει τοῦ χαλιφᾶ διαλύεται μὲν ἡ