τελούσης τοῦ ∆εκεμβρίου μηνὸς, κατὰ τὴν τρισκαιδεκάτην ἴνδικτον τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου ἔτους, λογάδων ἀνδρῶν στίφος, διὰ τῶν ἀγυιῶν τοῦ ἄστεος 94 διερχόμενον, αὐτοκράτορα Ῥωμαίων τὸν Ἰωάννην σὺν τοῖς τοῦ ἤδη βασιλεύσαντος Ῥωμανοῦ παισὶν ἀνηγόρευον· οἷς ἐκ διαστήματος ἐφείπετο Βασίλειος ὁ Νόθος, Ῥωμανοῦ τοῦ πάλαι αὐτοκράτορος ἐκ Σκυθίδος υἱὸς, τῷ τοῦ προέδρου ἐκδιαπρέπων ἀξιώματι. Νικηφόρος δὲ, μόνος τῶν λοιπῶν σεβαστῶν, ἐς γέρας τῷ ἀνδρὶ ταύτην ἐκαινοτόμησε τὴν τιμήν· ὅσπερ, εἰ καὶ ἐκτομίας ἐτύγχανεν, ἀλλὰ τὴν ἄλλως δραστήριός τε καὶ ἀγχίνους ὑπῆρχεν ἀνὴρ, εὐφυῶς τοῖς πράγμασιν ἐν περιστάσεσιν ἁρμοττόμενος. συνωμότης δὲ ὢν Ἰωάννῃ, καὶ λίαν ἐκτόπως αὐτῷ φιλικῶς διακείμενος, ἐσκήπτετο πρότερον νοσεῖν, κἄπειτα πονήρως εἶχε, καὶ κλινοπετὴς ἦν. νύχιον οὖν τὴν τοῦ Νικηφόρου μεμαθηκὼς ἀναίρεσιν, τῷ προειληφότι στίφει μετὰ σπείρας γενναίων νεανίσκων ἐπισπόμενος, σεβαστὸν βασιλέα Ῥωμαίων τὸν Ἰωάννην ἀνεκήρυττεν· εἰς τὰ βασίλειά τε αὖθις ἀνῄει, καὶ περὶ τῶν κοινῶν Ἰωάννῃ συνέπραττε, τὴν τοῦ παρακοιμωμένου πρὸς ἐκείνου τιμὴν εἰληφώς. περὶ τῶν ξυνοισόντων οὖν αὑτοῖς βουλευσάμενοι, ἐντάλματα καὶ προστάγματα διὰ παντὸς τοῦ ἄστεος αὐθωρὸν ἔστελλον, μὴ ἐξεῖναί τινι νεωτεριεῖν, ἢ ἐπὶ διαρπαγὰς ἀποκλίνειν· κίνδυνον γὰρ εἶναι τῷ τοιουτότροπόν τι τολμήσαντι, ἀφαιρεῖσθαι τῆς κεφαλῆς. τοῦτο τὸ παράγγελμα ἐπιεικῶς Βυζαντίους ἐξεδειμάτωσε, καὶ οὐδεὶς ἐτόλμα νεοχμῶσαί τι παρὰ τὸ προσταχθέν. εἰώθεσαν γὰρ ἐν ταῖς τοιαύταις μεταβολαῖς οἱ ἀργοὶ τοῦ δήμου, καὶ ἄποροι, ἐς διαρπαγὰς χρημάτων καὶ κατασκαφὰς οἴκων, ἔσθ' ὅτε καὶ τῶν 95 ὁμοφύλων σφαγὰς τρέπεσθαι, καθά που καὶ ἐν τῇ ἀναῤῥήσει τοῦ αὐτοκράτορος Νικηφόρου συμβέβηκεν. ἀλλὰ τὴν τοιαύτην ἀκάθεκτον τοῦ ἀγοραίου ὄχλου φορὰν προφθάσας ἀνέστειλε τὸ τοῦ Ἰωάννου διάγγελμα. βʹ. Ἐν τούτοις τῶν πραγμάτων ᾐωρημένων, Λέων Κουροπαλάτης, ὁ τοῦ Νικηφόρου σύναιμος, ἐφ' ἑστίας καθεύδων, τὴν τοῦ ἀδελφοῦ σφαγὴν διενηχηθεὶς, δέον αὐτῷ, χρυσοῦ θησαυροὺς κεκτημένῳ πολυταλάντους, κατὰ ἄμφοδον διασπείρειν, καὶ τούτοις τοὺς ἀστικοὺς δεξιούμενον, εἰς ἐκδίκησιν κατὰ τῶν τυράννων παρακαλεῖν (εἰ γὰρ οὕτω διενοήθη, τάχ' ἂν ἀναιμωτὶ τὸν Ἰωάννην τῶν ἀρχείων κατέσπασεν· ὅτι τε οἱ τὰς τῆς πολιτείας ἐγκεχειρισμένοι ἀρχὰς πρὸς τοῦ Νικηφόρου ταύτας εἰλήφεσαν· καὶ ὅτι στρατιωτικὸν ἀξιόχρεων τῶν ὑπ' ἐκείνῳ τεταγμένων τῷ Βυζαντίῳ ἐπεχωρίαζεν· οἳ πάντες αὐτῷ βουληθέντι, καὶ πρὸς ἀλκὴν καὶ νεωτερισμὸν ὡρμηκότι, συνήραντο ἄν)· ἀλλὰ γὰρ, τῷ μεγέθει τοῦ πάθους τὰς φρένας ἐκθροηθεὶς, τοῦτο μὲν οὐδ' ἐπὶ νοῦν ἔλαβεν, ὡς εἶχε δὲ δρόμων τὸν περίπυστον τῆς τοῦ Θεοῦ Σοφίας καταλαμβάνει σηκὸν, τῇ τύχῃ καὶ τῇ φορᾷ τῶν πραγμάτων ταῦτα καταλιπών. ὁ δέ γε Ἰωάννης, πρὶν τηλαυγῶς τῇ γῇ τὰς ἀκτῖνας προσυφαπλῶσαι τὸν ἥλιον, ταῖς μεγίσταις τῆς πολιτείας ἀρχαῖς οἰκείους ἄνδρας ἀποκαθίστησι, Πραίτωρα, καὶ τοῦ πλωΐμου ∆ρουγγάριον, τῆς τε βίγλης, καὶ ὃν καλοῦσι νυκτέπαρχον, τοὺς τοῦ Νικηφόρου, 96 παραιτησάμενος· οὓς ἅμα τοῖς ἐξ αἵματος ἐκείνου ἀνήκουσιν ἐν τοῖς σφετέροις ἀγροῖς διατρίβειν παρέπεμψε. πίστεις τε τῷ τοῦ αὐτοκράτορος Νικηφόρου ὁμαίμονι Λέοντι τῷ Κουροπαλάτῃ, καὶ Νικηφόρῳ Πατρικίῳ, τῷ υἱῷ τοῦ τοιούτου Λέοντος, περὶ τῶν σφῶν σωμάτων ἀπαθείας δοὺς, ἐς Μήθυμναν, τὴν ἐν Λέσβῳ τῇ νήσῳ κατῳκισμένην, περιορίζει· τούς τε τοπάρχας τῶν χώρων ἁπάντων μεθίστησι, καὶ οἰκείους ἀντ' ἐκείνων ἀποκαθίστησι. τότε δὴ καὶ Βάρδαν, τὸν τοῦ Κουροπαλάτου Λέοντος υἱὸν, ἐν πατρικίοις τελοῦντα, καὶ τὴν τοῦ ∆ουκὸς ἀξίαν ὑπεζωσμένον, κἀν τοῖς τῆς Χαλδαίας ὁρίοις διατρίβοντα, τῆς ἀρχῆς