ἀγνοοῦντες αὐτὸν ἐκ τῶν εἰδότων παραλαμβάνοντες ὑπῆρχον ἐξ ἀκοῆς ἐρασταί· καὶ διὰ τοῦτο δι' εὐχῆς ἦν τοῖς ὅλοις ἀνώτερον γενέσθαι τὸν ἄνδρα κολαστηρίων καὶ χαρισθῆναι τῇ 99 Ῥωμαίων ἀρχῇ. ἐπεὶ δὲ καὶ ὁ σκοπὸς τοῦ ἀνδρὸς οὐ φιλαυτίας ἀλλὰ φιλαδελφίας καὶ φιλευσεβείας ὅλος ἦν, ὡς προέφαμεν, περιαλγοῦντος τῆς τῶν ὀρθοδόξων κακοπαθείας, ἐνηργήθη λοιπὸν τοῖς εὐχομένοις τὰ τῆς εὐχῆς, καὶ παραστάντος αὐτοῦ τῷ βασιλικῷ βήματι περιέσχεν ἔλεος ἄσχετον τὴν Αὐγοῦσταν, καὶ σταλαγμοὶ δακρύων τῶν βλεφάρων ταύτης ἐξέπεσον· ἦν γὰρ ὁ ἀνὴρ οὐ μόνον τοῖς ἄλλοις πλεονεκτήμασι προτερῶν, ἀλλὰ καὶ θεαθῆναι παντάπασιν ἥδιστος, ἐπιμήκης τε καὶ στέρνων καὶ νώτων ἐν καλῷ καθορώμενος, καὶ εὐγενές τι πνέων ὡς ἀληθῶς καὶ διογενές, εὐόφθαλμός τε εἴπερ τις ἄλλος, καὶ κάλλος ἀποστίλβων τοῖς ὀφθαλμοῖς, μήτ' ἀκριβὲς τὸ λευκὸν μήτε τὸ μέλαν ἀποσώζων ὡσαύτως ἀλλ' ὥσπερ συγκεκερασμένον ... τῇ δημιουργίᾳ τῇ φύσει καὶ συγκεκραμένον τῷ ἐρυθήματι, κἀν τούτοις ἅπασι τὴν γλυκύτητα περιθέουσαν ἔχων, καὶ ἄξιον εἶδος κατὰ τὸν κωμικὸν τυραννίδος ἐπιδεικνύμενος. ὡς οὖν καὶ ἡ ἑστῶσα γερουσία συνέπαθεν, εὐθὺς ἐπηκολούθησεν ἡ συμπάθεια, καὶ περισωθεὶς τοῦ κινδύνου καὶ βασιλικῶν ἀξιώσεων ἔτυχε, καὶ ἀπολυθεὶς παρὰ πάντων ἠσπάζετό τε καὶ εὐφημεῖτο καὶ ἔργον εὐχῆς γενέσθαι κατήκουσε, καὶ τὴν αὐτοῦ σωτηρίαν ἰδίαν ἐνόμιζεν ἕκαστος. ἐξιὼν οὖν εἰς Καππαδοκῶν, ἐξ ἧς τὴν ἀρχὴν τῆς γενέσεως ἔσχηκε, πάλιν μεταπεμφθεὶς εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε, κἀν τοῖς γενεθλίοις τοῦ Χριστοῦ μάγιστρος καὶ στρατηλάτης 100 ἀνεδείχθη παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων, ὡς ἔθος τοῖς βασιλεῦσιν, εἰς τὸν μέγιστον σηκὸν τῆς τοῦ θεοῦ σοφίας. Ἀνάγκης δὲ πολλῆς καὶ συγχύσεως ἐκ τῆς τῶν ἀλλοφύλων ἐθνῶν ἀπηνεστάτης ἐπιδρομῆς τὴν Ῥωμαίων συμπιεζούσης (καὶ γὰρ τὰ μὲν ἐν τοῖς νοτίοις μέρεσιν, ὅσα πρὸς Ἀντιόχειαν καὶ Κιλικίαν, ταῖς προειρημέναις ἐκδρομαῖς ἀπειρηκότα ἐν ἐσχάτοις ἦσαν κινδύνοις· ἐν δὲ τοῖς βορειοτέροις αὐτὸς ὁ σουλτάνος πανστρατιᾷ ἐξελήλυθε, δυνάμεις ἄγων ἀνυποίστους, καὶ τοῖς ὁρίοις ἐν τῷ φθινοπώρῳ τῶν Ῥωμαίων προσήνωτο, βουλόμενος παραχειμάσαι ἐκεῖσε καὶ ἀρχομένου τοῦ ἔαρος προσεχῶς προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὰ Ῥωμαίων καὶ καθελεῖν) ἐσκέπτετο ἡ Αὐγοῦστα καὶ ὅσοι τῆς πρώτης ἦσαν βουλῆς, σὺν αὐτοῖς δὲ καὶ ὁ πατριάρχης, πῶς καὶ τίνα τρόπον τοσοῦτον δεινὸν ἀποτρέψαιεν. καὶ συνέδοξε τὴν ὑπὲρ τῶν ὅλων κρατῆσαι πρόνοιαν, καὶ τῆς εἰδικῆς καὶ ἐπιθανατίου παραγγελίας τὸ κοινῇ συμφέρον ἐπιεικῶς προτιμήσασθαι, ὅτι τὰ εἰδικὰ σύμφωνα τὰ πρὸς δημοσίαν συντέλειαν ἀφορῶντα περιτρέπειν δεδύνηνται· τὸ γὰρ μὴ γίνεσθαι βασιλέα διὰ τὸν τῆς μίξεως ζῆλον κοινὴ συμφορὰ καὶ καθαίρεσις τῆς Ῥωμαίων ἀρχῆς ἐγινώσκετο. δόξαν οὖν οὕτω κεκράτηκεν ἡ τοιαύτη γνώμη, καὶ βασιλέα μὲν ὁ καιρὸς ἐδεῖτο ἐξ ἅπαντος, εἰ μέλλοι τὰ Ῥωμαίων μὴ ἀπολέσθαι δι' ὅλου, 101 ὁ δὲ τοῦ καιροῦ καὶ τῆς ἀξίας ταύτης ἐπάξιος ἐζυγομαχεῖτο, τοῦ Βοτανειάτου ἀποδήμου τυγχάνοντος εἰς τὴν τῆς Ἀντιοχείας ἀρχήν, ἕως εἰς νοῦν τινὸς τῶν τοῦ βουλευτηρίου προϊσταμένων ὁ ∆ιογένης ἀφίκετο. μᾶλλον δὲ πρὸ αὐτοῦ ἡ Αὐγοῦστα τοῦτον ὡς αὐτίκα παρόντα καὶ γυναικὸς ἀμοιροῦντα προέκρινεν. ἐπὰν δ' οὗτος ἐρρήθη, πάντες αὐτῷ τὴν ἀξίαν, φόβῳ τοῦ μὴ φανῆναι ἀλλότριοι, ὅσοι τῇ δεσποίνῃ προσήγγιζον, ἐχειροτόνουν. διὸ καὶ πρώτην ἄγοντος τοῦ ἰαννουαρίου μηνὸς τῆς ϛʹ ἰνδικτιῶνος, ὁπότε τῶν χειμερινῶν τροπῶν ὁ ἥλιος μεθιστάμενος τὴν οἰκουμένην φρυκτωρεῖν καὶ θάλπειν ἐπείγεται καὶ ἀρχὴν εὔκαιρον τοῦ ἐνιαυτοῦ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἐπεξεργάζεται, καὶ ἡνίκα ἡ μνήμη τοῦ μεγάλου ἀρχιερέως καὶ θύτου ἁγίου Βασιλείου, ὃν καὶ αὐτὸν ἡ Καππαδοκῶν ἤνεγκε φωστῆρα τῆς ἐκκλησίας διαφανέστατον, ἑορτάζεται, βασιλεὺς αὐτοκράτωρ