εἰπεῖν δέκα δυνάμεθα, οὐ μὴν καὶ δοξάσαι, ὥστε ἡ δόξα οὐκ ἐφ' ἡμῖν. ἀλλ' οὐδ' ὅσα θέλομεν φανταζόμεθα· βλέπομεν γὰρ νυκτὸς ἃ οὐ θέλομεν, ὥστε αὕτη διαφορὰ ὅτι ἡ μ[ὲν δόξα οὐδέποτε ἐφ'] ἡμῖν, ἡ δὲ φαντασία ποτέ. ἕτερον, ὅτι φαντασθέντες πόλεμον οὐ πτοούμεθα, ἀλλὰ δοξάσαντες. ὁ ἵππος οὐ δόξαν ἔχων ἀλλὰ φαντασίαν πῶς πτοεῖται τὴν μάστιγα; κατὰ συμβεβηκὸς τῇ φαντασίᾳ ὁ φόβος. Ἡ γνῶσις ἢ περὶ τὰ ἔξω καὶ ποιεῖ τὴν αἴσθησιν, ἢ ἐντός. καὶ εἴπερ <ἐντός>, ἢ καθόλου καὶ ποιεῖ τὸν νοῦν κατ' ἐνέργειαν νοοῦντα τὰ πράγματα, ἢ κατὰ συλλογισμὸν καὶ ποιεῖ διάνοιαν. εἰ δὲ χειρόνως ἢ κατὰ συλλογισμόν, ποιεῖ δόξαν καὶ ὑπόληψιν. ἡ διάνοια ἢ περὶ τὰ θεωρητικὰ καὶ ποιεῖ ἐπιστήμην, ἢ περὶ τὰ πρακτικά. καὶ μετὰ βουλῆς ποιεῖ φρόνησιν, χωρὶς ταύτης τέχνην· ὁ γὰρ τεχνίτης οὐχ ὡς τεχνίτης, ἀλλ' ὡς ἄνθρωπος βούλεται. ἢ περὶ τὰ μερικὰ καταγίνεται ἡ γνῶσις καὶ ποιεῖ τὴν φαντασίαν. Ὁ ἐνεργείᾳ νοῦς ἀεὶ ἀληθεύει, ὁ δὲ δυνάμει νοῦς, ἤγουν ἡ φαντασία, ποτὲ μέν, ποτὲ δ' οὔ. ἡ αἴσθησις ὡς ἐπίπαν ἀληθεύει τῶν αὐτῆς σῳζομένων διορισμῶν. οὐ κρεῖττον αἴσθησις διανοίας, ὅτι ἡ διάνοια διὰ τὰς αἰσθήσεις ψεύδεται. Εἰ ταὐτὸν ἡ φαντασία ἦν καὶ ἡ αἴσθησις, ὅταν ὀνειρώττωμεν, τότ' ἂν αἰσθανοίμεθα. τὰ παιδία κατ' αἴσθησιν καὶ οὐ φαντασίαν ἐνεργοῦσιν. οἱ σκώληκες καὶ μύρμηκες αἴσθησιν ἔχουσιν, ἀλλ' οὐ φαντασίαν, ἢ ἀμυδράν. ἡ φαντασία διττή· ἡ μὲν ἀναμνηστική, ἡ δὲ διδακτή. τὰ τοιαῦτα γοῦν ζῷα τὴν διδακτὴν ἔχουσι. ἔτι ἡ αἴσθησις περὶ τὰ ὄντα, ἡ φαντασία περὶ τὰ μὴ ὄντα. Τὰ ἄλογα οὐκ ἔχει πίστιν καὶ οὐδὲ δόξαν. τῆς δὲ πίστεως ποίησις ἡ πειθώ. ὄφις πείθεται ἀνάγκαις μαγικαῖς, λέων ἔθει. ἡ δὲ πειθὼ γνώσει γίνεται, τὸ δὲ ἔθος καὶ τοῖς ἀλόγοις. Ἔνθα αἴσθησις ἐνεργεῖ, ἐκεῖ καὶ ὁ νοῦς κρειττόνως· οὐ μὴν καὶ ἀνάπαλιν. ὁ νοῦς οἶδε καὶ τὴν οἰκείαν ἐνέργειαν καὶ τὴν τῶν ἄλλων, οὐ μὴν δὲ καὶ αἴσθησις. ὁ νοῦς τῶν καθόλου, ἡ αἴσθησις τῶν μερικῶν. Τῆς φαντασίας ἡ δόξα ποιητικὸν αἴτιον, ἡ δὲ αἴσθησις ὀργανικόν. Ἀριστοτέλης· ἡ αἴσθησις μάχεται τῇ δόξῃ· τὴν γὰρ κώπην κεκλασμένην βλέπει αἴσθησις ἐν ὕδατι, ἡ δὲ δόξα ὀρθήν. πῶς οὖν ἐκ δύο μαχομένων 66 ἓν ἡ φαντασία; εἰ ἡ φαντασία ἐκ δόξης καὶ αἰσθήσεως, ἆρα καὶ τὰ ἄλογα ἔχουσι δόξαν; ἔτι δόξα καὶ αἴσθησις ἀληθεύουσι, φαντασία ψεύδεται. οὐ καινόν, ἐὰν ἡ σύνθεσις ποιεῖ ἀλλοίωσιν. Μὴ ὂν τὸ μηδαμῇ μηδαμῶς, τὸ καθ' ἑτερότητα, τὸ ὑπερούσιον, τὸ χεῖρον οὐσίας καὶ μετούσιον, τὸ ψεῦδος. Μόνως κινοῦν τὸ αἰσθητήριον τὴν φαντασίαν, κινοῦν καὶ κινούμενον ἡ αἴσθησις. ἡ φαντασία μόνον κινούμενον ἐπὶ ἀλόγων. φαντασία ἐστὶ δύναμις ἐπιδεκτικὴ διὰ μέσης αἰσθήσεως τῶν αἰσθητῶν εἰδῶν. καὶ ἡ αἴσθησις ταὐτὸν <τῇ φαντασίᾳ> οὐκ <ἔστιν>· αἴσθησις γὰρ ἀμέσως, δι' αὐτῆς δὲ ἡ φαντασία· ὅθεν καὶ οἱ τυφλοὶ περὶ χρωμάτων οὐ φαντάζονται. καὶ {οὐ} φαντασία οὐκ ἐνεργεῖ χωρὶς αἰσθήσεως ἀναπλάττουσα τραγέλαφον, καὶ τοῦτο ἐκ τῆς αἰσθήσεως ἔχει, ἐπεὶ πρῶτον εἶδέ τις τράγον καὶ ἔλαφον καὶ οὕτως ἐφαντάσθη ἡ σύνθεσις. Λέγει Ἀριστοτέλης ὅτι ἡ φαντασία ψεύδεται. διττὴ ἡ φαντασία· ἥ τε δεχομένη τὰ εἴδη, ἤγουν τοὺς τῶν εἰδῶν λόγους, ἣ καὶ ἀληθής, καὶ ἡ ἀναπλαττομένη τὰ ψευδῆ, ἣ καὶ ἀεί ἐστι ψευδής. Τὸ κατὰ συμβεβηκὸς αἰσθητὸν διττόν· τὸ ἄλλης μὲν ὂν αἰσθήσεως, ἑτέρᾳ δὲ ὑποπῖπτον, ὡς τὸ γλυκὺ τῇ ὄψει, καὶ ὅταν νοῶμέν τι ἐκ τῶν συμβεβηκότων, ὡς τὸν Σωκράτην ἀπὸ τοῦ λευκοῦ. Ἡ φαντασία ἐδόθη τοῖς ἀλόγοις διὰ τὸ πορίζεσθαι ἐκ ταύτης τροφήν, ὡς οἱ μύρμηκες ποιοῦσι, τοῖς δὲ λογικοῖς διὰ τὸ ἐπιτήδειον γίνεσθαι τὸ σῶμα πρὸς ὑποδοχὴν τοῦ κρείττονος. εἰ γὰρ μὴ ταύτην ἐδεχόμεθα, πῶς ἂν ἐδεξάμεθα τὴν λογικὴν ψυχήν; ἔτι ἵνα, ὅταν παραφρονῇ ὁ λόγος, διοικώμεθα δι' αὐτῆς, ἣν ὁρίζεται Πλούταρχος κίνησιν ὑπὸ τῆς κατ' ἐνέργειαν αἰσθήσεως προσεχῶς διεγειρομένην. Τριττὸς ὁ νοῦς· ὁ δυνάμει