ὁρῶν τὰ γινόμενα ὑπερηγάλλετό τε καὶ ἔχαιρεν ὡς πάλαι ὁ τοῦ θηρὸς σκύμνος, τοῦ ἐξ Ἰσαυρίας φημί. ὑμεῖς δέ μοι ἐννοεῖτε, ὁποίαν εἶχε θηρίου ψυχήν, ὁπότε πρὸς τῷ ἀδύτῳ οἱ καταστρέφοντες ἐγεγόνεισαν, ὅτε μετεκίνουν τὴν τράπεζαν, ὅτε μετετίθουν τὰ θύματα, ὅτε καὶ χερσὶ καὶ ποσὶ καὶ σιδήροις ἐφύβριζον. ἀλλ' ἐμοὶ μὲν ἡ γλῶσσα παρεῖται, ἴσως δὲ καὶ ὑμῖν ἡ καρδία, ἡ μὲν λέγουσα, ἡ δὲ δεχομένη τὰ ῥήματα. ὁ δὲ μέγας τοῦ πατρὸς ὀφθαλμὸς ἀτενὴς ἦν πρὸς τὴν ἅλωσιν καὶ ἀσκαρδαμυκτὶ τὴν αἰχμαλωσίαν ἑώρα τοῦ λόγου καὶ τοὺς κύνας μετὰ ταῦτα ἐπιχωριάζοντας τῷ νεῲ τάχα που καὶ περιέσαινε. καὶ ἦν αὐτῷ ἡ ὑπερβολὴ τοῦ κακοῦ ἱλαρὰ παιδιά. καὶ ὁ μὲν νόμος τὰ ὄμματα τοῦ ἱεροσυλήσαντος ἀφαιρεῖται, ὁ δὲ ὀφθαλμὸς ἐκείνου θεοσυλίαν ὁρῶν ἄντικρυς διαφανέστερος ἐγεγόνει καὶ τηλαυγέστερος. καὶ πάλαι μὲν τῷ κατασπείραντι γῆν ἢ φυτεύσαντι, ἐν ᾗ νεὼς ἵδρυτο, θάνατος ἐπῆν ἡ ζημία, ἡμεῖς δὲ ἡδέως ἂν αὐτὸν ἐξείλομεν τοῦ κινδύνου, εἰ δροσερά τις ἐκεῖσε περιηνθήκει βοτάνη, εἰ περιέβαλε τὸν τόπον τειχίῳ, εἰ ἀπεῖρξε τοὺς σύας ὥστε μὴ τοὺς μαργαρώδεις τόπους καταπατεῖν, εἰ τοὺς κύνας ἀπήλασεν ὥστε μὴ περιλιχμᾶσθαι τὰ ἅγια. Ἀλλ' οὐκ ἔστιν ὅπῃ τι κατὰ βραχὺ τῶν θείων ἐφρόντισε. σὺ δέ μοι, πρωτόκλητε, μάτην ἄρα περιῄεις τὴν ἅπασαν γῆν, μάτην δ' ἄρα καὶ πρὸ τούτου τῷ λόγῳ προσεληλύθεις καὶ τὰ πολλὰ ἐκεῖνα ἐπεπόνθεις δεινά, ὁπότε δή σοι ἔμελλεν ὁ νεὼς ὑπὸ τῷ καλῷ τούτῳ δεσπότῃ καθαιρεθήσεσθαι, καὶ ταῦτα ἐν μέσῃ πόλει, ὑπὸ μεσημβρίαν, πληθούσης ἀγορᾶς, πάντων ὁρώντων. ἀλλὰ μή τι νομίσῃς, ὡς οὐδεὶς ἐπαμύνειν ἠβούλετο. διεπυροῦτο γὰρ ἅπας καὶ τῷ περὶ σὲ ζήλῳ κατεπίμπρατο τὴν ψυχήν, ἀλλὰ τὸ τοῦ δεσπότου πῦρ πολλῷ φλογωδέστερον ἦν. ἐδεδοίκει μὲν οὖν τοὺς σπινθῆρας, ἐδεδοίκει μὲν τὴν πυρκαϊάν, ἐδεδοίκει μὲν τὴν Βαβυλωνίαν κάμινον, ἐπὶ πήχεις ἀνημμένην ἐννέα πρὸς τοῖς τεσσαράκοντα, ἣν ἀνῆπτον <οὐ> κληματὶς καὶ νάφθα καὶ τὰ λοιπὰ ὑπεκκαύματα, ἀλλ' ἡ κατὰ θεοῦ μανία καὶ ἡ τῶν θείων ὑπεροψία καὶ ἡ τῶν πολλῶν ἡμῶν καταφρόνησις. οὐ γὰρ ἦμεν κατ' ἐκείνους τοὺς παῖδας, ἵνα δὴ καταβάλωμεν τοῦ πυρὸς τὴν σφοδρότητα. διὰ ταῦτα ἀνεβαλόμεθα τέως τὴν ἄμυναν. καί σε ὁρῶντες διαιρούμενον καὶ τεμνόμενον ἀπωδυρόμεθα μὲν καὶ πικρῶς ἀπωλοφυρόμεθα, μέχρι δέ σοι τῶν δακρύων ἱστάμεθα. ὁπότε γὰρ καὶ αὐτὸς ἐκαρτέρεις αἰκιζόμενος καὶ οὐδαμῶς πῦρ ἄνωθεν ἐπὶ τὸν τολμητίαν κατῆγες, ἀλλὰ καὶ πάλιν ἔφερες μαρτυρούμενός τε καὶ κολαζόμενος, τί χρὴ δρᾶν ἡμᾶς πᾶσαν ἠκρωτηριασμένους ἰσχύν τε καὶ δύναμιν; ἀλλὰ σοὶ μὲν εἰς οὐδὲν ὁ νεὼς ἀφαιρούμενος, αὐτὸν ἔχοντι τὸν ἔνοικον τοῦ νεὼ καὶ τὰς αἰωνίους σκηνὰς καὶ τὴν πρώτην κατοικίαν τε καὶ ἀνάπαυσιν. ἡμῖν δὲ τὸ πρᾶγμα δεινόν, ὅτι, ἃ μηδ' ἄν τις τῶν ἐχθίστων ἐπηρεάζων ἐπεποιήκει, ταῦτα παρὰ τῆς πατριαρχικῆς ἐπεπόνθειμεν χειρὸς καὶ δυνάμεως. Εἶτα δὴ ἐπὶ τούτοις καὶ ἀντιλογίαι παρ' ἐνίων ἡμῖν καὶ τῆς συνόδου τὸ μὲν μεθ' ἡμῶν, τὸ δὲ μετὰ τῆς ἀντιθέτου μερίδος. καὶ ὁ μέν τις εὐλαβείᾳ δῆθεν διδοὺς οὐ πάνυ τι τὴν ψῆφον ἀδέκαστον δίδωσιν, ὁ δὲ ἰταμώτερον ἀντιλέγει, μᾶλλον δὲ ἀλογώτερον, οὐκ ἀντιθείς-τίνα γὰρ ἀφήσει φωνήν; -ἀλλὰ περιηχῶν μάτην καὶ ταράττων τὸν σύλλογον. καὶ ἐπὶ τοσούτοις καὶ ἀνυπερβλήτοις τοῖς ἀτοπήμασιν ἄναρθρά τινα καὶ κολοβὰ προΐενται ῥήματα, καὶ οἴονται εὐσεβεῖν ἀσεβοῦντες καὶ φιλανθρωπεύεσθαι ἀπανθρωπότερον πρὸς τὸν θεὸν διακείμενοι καὶ εὐλαβεῖσθαι τὴν ἐσχάτην ἀναισχυντίαν ἀναλαμβάνοντες. ἐντεῦθεν αἱ πολλαὶ πόλεις νοσοῦσιν, ὦ βέλτιστοι. μᾶλλον δὲ ἐντεῦθεν τὰ θεῖα καταπεφρόνηνται· ἐντεῦθεν ὁ ἱερὸς ζῆλος ἀφῄρηται τῶν ψυχῶν. ἐντεῦθεν οὐκ ἔστι διαστολὴ χείρονος καὶ βελτίονος· ἐντεῦθεν Μωαβῖται καὶ Ἀμμανῖται μετὰ τῶν πιστῶν ἡμῶν ἀριθμοῦνται καὶ οἱ αἰχμαλωτεύοντες ἐντὸς γίνονται τοῦ νεὼ καὶ ἡ τοῦ κυρίου ἀποκοσμεῖται εὐπρέπεια. εἰ γὰρ τὸ ζωτικὸν