μεταπλάσαι ἐν διαφόροις λέξεσιν, ὀνόμασι ποικίλοις, ποικίλλων καὶ μετατιθεὶς πρῶτον μὲν τὸ πρακτέον, εἶτα τὸ τούτου αἴτιον, εἶτα τὸ παρειμένον, εἶτα τὸ τούτου αἴτιον, τέσσαρα ταῦτα μέρη. Τρόποι δὲ διηγήσεως τρεῖς οἵδε, στεφηφόρε· ἁπλοῦς, καὶ ἐγκατάσκευος, ἐνδιάσκευος τρίτος. ὅταν μὲν ᾖ τὰ πράγματα πολλά τε καὶ ποικίλα, ἰσχὺν αὐτόθεν ἔχοντα καὶ δίχα περινοίας, μηδὲν ποικίλλῃς, δέσποτα, ἁπλῇ χρῶ διηγήσει. ὁποῖον τὸ παράδειγμα τοῦ ∆ημοσθένους ἔνι· «ἐξήλθομεν ἐς Πάνακτον ἔτος δὴ τοῦτο τρίτον καὶ μεθ' ἡμῶν ἐσκήνωσαν Ἀρίστωνος οἱ παῖδες, εἶτα δὴ καὶ κατέπαιζον ἐπ' ὄψεσι τῶν πάντων, ὑβρίζοντες καὶ τύπτοντες, ῥηγνύντες τὰς ἀμίδας.» εἰ δ' ἐστὶν ἡ διήγησις σύντομος δεινοτέρα, ἐγκατασκεύως διηγοῦ πλατύνων ταῖς αἰτίαις. εἰ δὲ καὶ σύντομός ἐστιν ὁμοῦ καὶ φαιδροτέρα, θαρρούντως διασκεύαζε ἐνδιασκεύοις τρόποις. τί δ' ἐστὶν ἐνδιάσκευον; ποικιλλόμενος τρόπος. καὶ πρῶτόν σοι παράδειγμα ποιητικὸν ῥητέον· «αὖ εἴρυσαν τὸ πρότερον, ἔσφαξαν ἔδειράν τε, εἶτα μηροὺς ἐξέταμον, ἐκάλυψαν τῇ κνίσσῃ, ἐπιμελῶς ἐξώπτησαν εἰρύσαντό τε πάντα.» ῥητέον δὲ καὶ δεύτερον ἄλλο παράδειγμά σοι τοῦ θεολόγου πάνσοφον ἐκ τοῦ Ἐπιταφίου· «πηδῶσι γὰρ βοῶσί τε, πέμπουσιν ἄνω κόνιν, καθήμενοί τ' ἐλαύνουσι, παίουσι τὸν ἀέρα, ζευγνύουσι καὶ σύντομον μεταζευγνύουσί πως.» ἄνω δ' εἰπὼν ὁ πάνσοφος τὴν σοφιστομανίαν, εἶτα προσθεὶς τὸ αἴτιον, ὅτι πλῆθος καὶ νέοι, ἔκθεσιν ἐγκατάσκευον εἶρηκέ σοι συντόμως. Ἡ δέ γε προκατασκευή (καὶ τοῦτο γὰρ ῥητέον) πρεσβύτερον κατασκευῆς τυγχάνει φερωνύμως· ὅπερ σοι παραδείγματι καὶ πάλιν διδακτέον, οὐχὶ τῷ ∆ημοσθενικῷ, τῷ δὲ τοῦ θεολόγου. οὗτος καὶ γὰρ ὁ πάνσοφος φιλόσοφος καὶ ῥήτωρ κατασκευάζειν ὁρμηθεὶς τὴν θείαν μοναρχίαν προτίθησι κεφάλαια πάντα τοῦ λόγου τρία· «περὶ θεοῦ» γὰρ ἔφησεν «ἄνωθεν τρεῖς αἱ δόξαι, ἄναρχον, τὸ πολύαρχον, καὶ τρίτον μοναρχία.» ἡ τοίνυν τούτων ἔκθεσις τῶν τριῶν κεφαλαίων τυγχάνει προκατασκευὴ τεχνικῶς προκειμένη. Ἔστι καὶ εἶδος λύσεως βίαιον κεκλημένον, ὅταν λαβόντες τὸν δεινὸν λόγον τῶν ἀντιδίκων εἰς τούτους ἀντιστρέψωμεν ὡς κατ' αὐτῶν δεικνύντες, ὡς εἶπεν ὁ Χρυσόστομος ἐν τῷ Φιλογονίῳ. τὸν λόγον γὰρ εἰσάγοντος τὸν περὶ μυστηρίων καὶ κλείοντος τὴν πρόσοδον τοῖς ἀκολαστοτέροις, ὥσπερ τινὲς ἀντέφησαν ὡς οὐχὶ καθ' ἡμέραν τολμῶσι τὴν μετάληψιν, μόνον δ' ἅπαξ τοῦ χρόνου, «αὐτὸ γοῦν τοῦτο χαλεπόν», ἀντείρηκε βιαίως ὁ πάνσοφος διδάσκαλος, ἡ χρυσώνυμος γλῶττα, «ὅτι μηδ' ἅπαξ κοινωνῶν τῶν θείων μυστηρίων ἁγνίζῃ καὶ πρὸς κάθαρσιν ἀκριβῆ προσλαμβάνεις.» Τὸ δὲ τῆς ὑποθέσεως κεφάλαιον ἐν λόγῳ ἢ παρ' ἡμῶν εἰσάγεται ἢ τῶν ἀντιλεγόντων· ὃ δεῖται πάντως λύσεως τεχνικῆς καὶ ποικίλης. εἰσάγεται δὲ τεχνικῶς ἐν κόσμῳ τετρακύκλῳ, προτάσεσιν, ὑποφοραῖς ἀντιπροτάσεσί τε καὶ τῶν ἀντιπροτάσεων λύσεσιν ἀντιθέτοις. πρότασις μὲν ὑποφορᾶς ἐστὶν ἐπαγγελία, ὁ λόγος δ' ὁ ἀντίθετος ὑποφορὰ τελεία, καὶ πάλιν ἀντιπρότασις ὑπόσχεσις τοῦ λύειν, μεθ' ἣν ἡ λύσις γίνεται ἐξ ἐπιχειρημάτων. Τὸ μὲν γὰρ ἐπιχείρημα κατασκευάζει λύσιν, ἡ δ' ἐργασία δύναμις τῶν ἐπιχειρημάτων, ὥσπερ δὴ τὸ ἐνθύμημα πάλιν τῆς ἐργασίας, τὰ δὲ ἐπενθυμήματα τῶν προενθυμημάτων. εὑρίσκεται δ' ἡ δύναμις τῶν ἐπιχειρημάτων τόπῳ, προσώπῳ χρόνῳ τε καὶ τρόπῳ σὺν αἰτίᾳ· πρῶτον δ' αὐτῷ τῷ πράγματι, ἡ ὕλη γὰρ ἐν τούτοις. ἡ δ' ἐργασία σφίγγουσα τὰς προεπιχειρήσεις κρατύνεται παραβολαῖς καὶ παραδείγμασί πως, ἐλάττοσι, τοῖς μείζοσιν, ἴσοις, τοῖς ἐναντίοις. ἡ φύσις δ' ἐπεισάγεται ἡ τῶν ἐνθυμημάτων ἐκ πάσης περιστάσεως συγκριτικώτερόν πως· τὸ δ' ἐπενθύμημα διπλοῦν ἐνθύμημα τυγχάνει. Ἐνστάσει δὲ χρηστέον σοι καὶ ἀντιπαραστάσει ἐν πᾶσι τοῖς ζητήμασιν· εὔχρηστοι γὰρ τῷ τρόπῳ. ἀλλ' ἡ μὲν ἔνστασίς ἐστιν ὡς τυραννικωτέρα, ἀναίρεσιν εἰσάγουσα τοῦ πράγματος καὶ λύσιν, ἡ δὲ ἀντιπαράστασις τυγχάνει λειοτέρα. εἰ μὲν γὰρ οὕτω τις ἐρεῖ, «οὐκ ἔδει σε