1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

35

ἐξαιτῶν ἀπαλλαγῆναι τῶν δεινῶν, τοῦτο δὲ καὶ μαθεῖν ἐπιποθῶν, δι' ἣν αἰτίαν κολάζεται. 105 10, 47 ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς, ἢ ὣς ὁρᾷ ἄνθρωπος βλέψῃ, ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρός; ὅτι ἀνεζήτησας τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. οἶδας γάρ, ὅτι οὐκ ἠσέβησα, ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; μὴ ἀνθρωπίνως, φησίν, τὰ πράγματα κρίνεις; μὴ δύναταί τι διαλαθεῖν τὴν σὴν ἀκρίβειαν ὥσπερ τοὺς ἀνθρώπους; μὴ τὰ ἔτη σου ὀλίγα τυγχάνουσι καὶ ἀγνοεῖς τὰ πρὸ τῆς σαυτοῦ ἀρχῆς γεγονότα καὶ χρεία σοί ἐστι ζητεῖν καὶ ἐξετάζειν τὰ πεπραγμένα ὥστε γνῶναι, ὅτι μηδὲν ἠσέβησα; ταῦτα δὲ λέγει μάρτυρα τὸν θεὸν τῆς ἑαυτοῦ δικαιοσύνης παρεχόμενος ὁμοῦ καὶ ἐξαιτῶν ἀγαθότητος ἀπολαῦσαι θεοῦ· οἱ μὲν γὰρ ἄνθρωποι τὰ ἴσα ζητοῦσιν, ὁ δὲ θεὸς τῇ ἀγαθότητι ἀπὸ πολλῶν ὀλίγα ἐτάζει. ἀλλ' εἰ καὶ μὴ ἠσέβησα, φησίν, τό γε εἰς ἐμὴν γνῶσιν, οἶδα, ὅτι τὴν σὴν βουλὴν οὐκ ἔστιν ἀποφυγεῖν, ἀντὶ τοῦ· κἂν μὴ ἐμαυτῷ σύνοιδα, ἀλλ' ἡ σὴ κρατείτω βουλὴ ἡ κρεῖττον ἡμῶν τὰ καθ' ἡμᾶς ἐπισταμένη. ταῦτα δὲ πάντα ὁ μακάριος Ἰὼβ φθέγγεται ἡμᾶς διδάσκων ἐν τοῖς πειρασμοῖς μηδὲν ἕτερον ποιεῖν ἢ ἐπὶ θεὸν καταφεύγειν καὶ ἱκετεύειν ὡς ἀγαθὸν φείσασθαι τοῦ ἑαυτοῦ ποιήματος. διὸ καὶ ἐπάγει· 10, 8 αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με. ὁρᾷς, ὡς καὶ ποιητὴν ἐπιγινώσκει θεὸν καὶ παρακαλεῖ φειδῶ ποιήσασθαι τοῦ ἰδίου δημιουργήματος. 10, 8 μετὰ ταῦτα μεταβαλών με ἔπαισας. μετὰ τὸ ποιῆσαί με, φησίν, καὶ ἐν εὐθηνίᾳ καταστῆσαι εἰς θλί 106 ψεις καὶ μάστιγας μετέβαλες τὰ κατ' ἐμέ. 10, 9 μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. ἱκετεύω δὲ μνησθῆναί σε καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου. 10, 10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας; ἤτοι ἀπὸ χοὸς διὰ τὸ λεπτότατον ἢ διὰ τὸν σπερματικὸν λόγον φησίν. 10, 10 ἐτύρωσας δέ με ἴσα τυρῷ. ἢ διὰ τὴν ἐξ ἀρχῆς τῆς πλάσεως σύμπηξιν ἢ καὶ διὰ τὴν ἐν τῇ μήτρᾳ σύστασιν. 10, 11 δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. τὸ ἐνεῖρας ἀντὶ τοῦ συνέρραψας. 10, 12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί. ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα. καὶ διὰ μόνην, φησίν, φιλανθρωπίαν καὶ ἔλεον ἐξ οὐκ ὄντων ἡμᾶς εἰς τὸ εἶναι καὶ ζῆν παρήγαγες. ἡ δὲ σὴ περὶ ἡμᾶς πρόνοια τὴν ἡμετέραν διατηρεῖ σύστασιν. 10, 13 ταῦτα ἔχων ἐν ἐμαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. ταῦτα, φησίν, τὰ δόγματα παρ' ἐμαυτῷ πάγια κεκτημένος, ὅτι καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν δυνατὸς εἶ καὶ τὴν ῥευ 107 στὴν καὶ γαλακτώδη οὐσίαν ἤτοι τὸν ἀπὸ γῆς χοῦν ὡς σοφὸς καὶ δυνατὸς εἰς ἀνθρώπου σύστασιν ἐργάζῃ, καὶ ὅτι ἐλεήμων εἶ καὶ ζωῆς χορηγός, καὶ ὅτι πολλὴν τῶν καθ' ἡμᾶς ποιῇ πρόνοιαν, ἱκετεύω καὶ οἶδα, ὅτι δυνατὸς εἶ καὶ τῶν παρόντων ἀλγεινῶν τὸ σὸν ἀπαλλάξαι ποίημα. ὁρᾷς, πῶς σεβασμίως μέμνηται τοῦ δημιουργοῦ καὶ χάριν ὁμολογεῖ τῆς ποιήσεως καὶ τῆς περὶ ἡμᾶς προνοίας, ἅπερ ἐστὶν ὄντως εὐσεβοῦς καὶ λίαν εὐχαρίστου καὶ τῇ τοῦ μακαρίου Ἰὼβ πρέποντα θεοσεβείᾳ; 10, 14 ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας. πρέπει, φησίν, τῇ σῇ φιλανθρωπίᾳ, νεῖμαί τι καὶ συγγνώμης τῷ σῷ ποιήματι καὶ μὴ σφόδρα ἀκριβῶς ὡς πάντα ἐπιστάμενον πάσας τὰς πράξεις μου καὶ τὰ παραπτώματα ἐπιτηρεῖν. ταῦτα δὲ πάλιν ὁ ἅγιος τὸ οἰκεῖον πρόσωπον ὑποστησάμενος ὑπὲρ ἡμῶν πάντων ἱκετεύει θεόν. 10, 15 ἐάν τε γὰρ ἀσεβήσω, οἶμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι. εἴτε γάρ, φησίν, ἀσεβὴς εὑρεθῶ, τοῦτό μοι πάντων τὸ χείριστον. ἐὰν δὲ καὶ τολμήσω εἰπεῖν, ὅτι δίκαιός εἰμι, οὐδέν μοι ἐντεῦθεν ὄφελος. 10, 1516 πλήρης γὰρ ἀτιμίας εἰμί· ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν. ἓν δὲ οἶδα, φησίν, ὅτι ἀτιμία μου κατακέχυται, καὶ ὥσπερ λέων 108 εἰς σφαγὴν ἀγρευόμενος οὕτως πανταχόθεν ταῖς τιμωρίαις βάλλομαι. ἔοικε δὲ λέοντι ἑαυτὸν παρεικάσαι διὰ τὴν προτέραν εὐδαιμονίαν. 10, 1617 πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν σου. ἀλλ' οὐδὲ ἀνίησί με, φησίν, τὰ δεινά, ἀλλὰ καὶ ἐπὶ πλέον αὔξεται καὶ ἀεὶ καινοποιεῖται τὸ κακόν, ἵνα εἴπῃ ὅτι· ποικίλαις