ἠπάτησεν καὶ ἡ Εὔα δέδωκεν τῷ ἀν 20.25.222 δρὶ ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγεν ὁ ἀνήρ. κατὰ μέντοι γε τὰ βαθύ τερα τῶν δογμάτων νοήσας τὸ «Οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι, «καὶ διηγήσομαι τὰ ἔργα κυρίου», καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς Σαδδουκαίους ἀπορρητότατα τοῖς συνιέναι τοῦ λεγομένου δυ ναμένοις εἰρημένον ἐν τῷ κατὰ Ματθαῖον· «Περὶ τῆς ἀναστάσεως «τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· «Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστι»ὁ θεὸς θεὸς νεκρῶν, ἀλλὰ ζώντων», καὶ ἐν τῷ κατὰ Λουκᾶν· «Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωσῆς ἐμήνυσεν, ὡς λέγει ἐπὶ τῆς «βάτου κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ·»οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν»· 20.25.223 ἔτι δὲ καὶ ἐν τῷ κατὰ Μάρκον· «Περὶ τῶν νεκρῶν, † οὐκ ἀνέγνωτε «ὅτι ἐγείρονται ἐν τῇ βίβλῳ Μωσέως ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ «ὁ θεὸς λέγων· Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς»Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων», ὄψει ὅτι εἰ νῦν ζῇ ἐκ νεκρῶν ἀναστάς, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ νεκροὶ ἦσαν,πρὶν ζήσωσιν· νεκρὸς δὲ κυρίως οὐδεὶς λέγεται μὴ πρότερον ζήσας. 20.25.224 ἐπίστησον δὲ καὶ τῷ «Ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, καὶ ἐν «τῷ χριστῷ πάντες ζωοποιηθήσονται», ἐν οἷς οὔτε ὁ μέσος θάνατος σημαίνεται κατὰ τὸ «Ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν», οὔτε ἡ ἀδιάφορος ζωὴ καὶ μήτε ἀγαθὸν οὖσα καθ' αὑτὴν μήτε κακὸν κατὰ τὸ «Ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται», καὶ ὄψει τὴν ζωὴν τοῦ κατ' εἰκόνα ἀνθρώπου. νοήσας δὲ αὐτοῦ τὴν ζωὴν συνή σεις τίνα τρόπον ὁ ἀνθρωποκτόνος ἀπέκτεινε τὸν ζῶντα ἄνθρω πον, οὐ διά τινα ἕνα ἰδίως ποιόν, ἀλλὰ δι' ὅλον τὸ γένος, ὃ ἀπέκτεινεν, καθ' ὃ «ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν», ὑγιῶς 20.25.225 λεχθησόμενος ἀνθρωποκτόνος. ταύτην δὲ τὴν ἀνθρωποκτονίαν εἰρ γάσατο ἀρξάμενος ἀπ' ἀρχῆς, δι' ἣν ἀνθρωποκτονίαν αὐτοῦ ἕκαστος τῶν νοούντων αὐτὸ καὶ τὸ ἑαυτοῦ σῶμα, καὶ τίνι οἰκεῖόν ἐστιν, τοῦτο ἐρεῖ, ταλανίζων ἑαυτὸν ἐπὶ τῷ ἐν τῷ Ἀδὰμ ἀποτεθνηκέναι, τὸ «Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ «θανάτου τούτου»; βλέπων καὶ τίνα τρόπον εἴρηται τὸ «Εἰς χοῦν «θανάτου κατήγαγές με»· καὶ τὸ «Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κα 20.25.226 «κώσεως»· καὶ τὸ «Σῶμα τῆς ταπεινώσεως ἡμῶν». ἔστιν δὲ καὶ ἀπορρητότερόν τι δι' ὃ ὁ ἀπ' ἀρχῆς ἀνθρωποκτόνος ἄρχων ἐστὶν τοῦ κόσμου τούτου, λέγω δὲ τοῦ περιγείου τόπου, ὅπου εἰσὶν οὓς ἀπέκτεινεν ἄνθρωποι. ὁ μὲν οὖν ἀνθρωποκτόνος ἀπέκτεινεν ἡμᾶς· ἡμεῖς δὲ χάριτι θεοῦ συνετάφημεν Χριστῷ καὶ συνανέστημεν αὐτῷ, εἴγε σύμμορφοι γεγόναμεν τῇ ἀναστάσει αὐτοῦ καὶ ἐν καινότητι 20.25.227 ζωῆς περιπατοῦμεν. ὁ δὲ ἀνθρωποκτόνος ἄρχει τῶν ἀνῃρημένων 20.25.228 καὶ ἄρχει τῶν νεκρῶν, ζῶντος δὲ οὐδενὸς ἡγεῖσθαι δύναται. ἐὰν δὲ ἐπιπλεῖον ἐπιστήσῃς καὶ τοῖς περὶ τῶν νεκρῶν γεγραμμένοις, οἷον τούτῳ «Εἰς τοῦτο Χριστὸς ἀπέθανεν καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν «καὶ ζώντων κυριεύσῃ», ὄψει τίνα τρόπον διὰ τὸν θάνατον τοῦ Ἰησοῦ οὐδὲ τῶν νεκρῶν κυριεύει ἔτι· ἀπέθανεν γὰρ Ἰησοῦς ἵνα καὶ 20.25.229 νεκρῶν κυριεύσῃ. ὅσον μὲν οὖν ζῇ ὁ ἄνθρωπος, οὐ φορεῖ τὴν τοῦ χοϊκοῦ εἰκόνα· ἀποθνήσκων δὲ καὶ ἀναιρούμενος ὑπὸ τοῦ ἀνθρω ποκτόνου, ἅμα τε <οὐ> συνέχει τὴν τοῦ θεοῦ εἰκόνα, καὶ ἀναλαμ βάνει τὴν τοῦ χοϊκοῦ καὶ νεκροῦ· νεκρὸς γὰρ ὁ χοϊκός, ὥσπερ ζῶν ὁ ἐπουράνιος· καὶ ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων θεός. 20.25.230 διόπερ εἰ μὲν συνανέστημεν ἐν καινότητι ζωῆς περιπατοῦντες, ὁ θεός ἐστιν ἡμῶν· εἰ δὲ ἔτι ἐσμὲν ἐν νεκροῖς, ὁ θεὸς οὐ νεκρῶν καὶ ἡμῶν οὐκ ἔσται θεός. 20.26.231 Παράκειται δὲ τῷ ἐξετάζειν τὰ περὶ τοῦ ἀπ' ἀρχῆς ἀν θρωποκτόνου καὶ τὸ ἰδεῖν τινὰς νεκροὺς μέν, οὐκ ἐν ἄλλῳ δὲ ἢ ἐν Χριστῷ νεκρούς, οἳ καὶ πρῶτον ἀναστήσονται· περὶ ὧν ἐν μὲν τῇ πρὸς Κορινθίους οὕτω λέγεται· «Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀνα «στήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα»· ἐν δὲ τῇ πρὸς Θεσσαλονικεῖς· «Τοῦτο γὰρ ὑμῖν λέγομεν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ «ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ