προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἐπιτεταμένον. ὁ γὰρ περὶ μεγάλων δογμάτων ἀπαγγέλλων· κατὰ τὴν νόησιν, ὡς δεῖ, μεγαλοφώνως προφέρει. 116 Τὸ δὲ «Γέγονεν» ἀντὶ τοῦ «γενήσεται» ληπτέον. ἔθος γὰρ τοῦτο τῇ γραφῇ, καθὼς εἰρήκαμεν. καὶ τὸ «Οὐ κατέλαβεν» ἀντὶ τοῦ «οὐ «καταλήψεται». 117 Ὡς γὰρ προφήτης καὶ λύχνος φωτὸς προγυμνάζων καὶ ἐθίζων τῆς ψυχῆς τὸ ὄμμα τοῦ θέλοντος φωτίζεσθαι, οὕτω καὶ φωνὴ βοῶν τος. «βοῶντα» λέγει τὸν λόγον· φωνὴν δὲ τὸν Ἰωάννην. ἀνάγκη δὲ πρὸ τοῦ λόγου φωνὴν γίνεσθαι. ἔργον δὲ φωνῆς σαφηνίζειν τὸ σημαινόμενον. ἔρημον δὲ λέγει τὴν ἀπεστερημένην ψυχὴν τῆς θείας διδασκαλίας. τί δὲ προστάσσει ἡ τοῦ βοῶντος φωνὴ ταῖς ἐρήμοις ψυχαῖς; «εὐθεῖαν ποιήσατε τὴν ὁδὸν τοῦ κυρίου» πρὸς ὑποδοχήν. 118 Μαρτυρῶν ὁ Ἰωάννης περὶ τοῦ φωτὸς ᾔδει, ὅτι καὶ θεὸς λόγος ἦν· οὗτος δὲ παντὶ λογικῷ πάρεστι. τὸ δὲ διανοητικὸν [ἦν], ὃ καὶ ἡγεμονικὸν καλεῖται, μεσαίτατον ἡμῶν ἔστιν· ἐκεῖ γάρ ἐστιν ὁ ἐν διάθετος λόγος, καθ' ὃν λογικοί ἐσμεν, ὃν καὶ ἐπισκοπεῖ ὡς θεὸς ὁ χριστὸς καὶ λόγος, ὁ μέλλων ἔρχεσθαι βαπτισθῆναι. οὗτος ὁ ἀγνοού μενος ὑφ' ὑμῶν μέσος ὑμῶν ἕστηκε τὰς καρδίας πάντων καὶ τοὺς νεφροὺς ἐμβατεύων. 119 Εἶδον μὲν καὶ οἱ παρόντες ἅπαντες, οὐ μὴν δὲ πάντες ἐπίστευον. τινὲς δέ φασιν οὐδὲ πάντας τεθεᾶσθαι τὸ πνεῦμα, ἀλλὰ Ἰωάννην καὶ τοὺς εὐγνωμονέστερον διακειμένους. εἰ γὰρ καὶ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς εἶδον, ἀλλ' οὐ πάντως πᾶσι διὰ τοῦτο κατάδηλος ἦν. ἐπεὶ δὲ προφῆται καὶ Μωσῆς πολλὰ τεθέανται ἄλλα, καὶ ἐν τῇ με ταμορφώσει τοῦ ὄρους οὐ πάντες ἀπέλαυσαν οἱ μαθηταί, ἀλλ' οὐδὲ τῆς κατὰ τὴν ἀνάστασιν ὄψεως ἐκοινώνησαν ἅπαντες· πολλῷ γε μᾶλλον οἱ Ἰουδαῖοι ἐπὶ τοῦ βαπτισμοῦ. 120 Οὐκ αἰσθητῶς ἔστιν ἰδεῖν δυνατόν, ἀλλὰ διανοίᾳ σκοπούσῃ τοὺς προσερχομένους ἀγγέλους ἐπὶ τῷ διακονεῖν τῷ Ἰησοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. τὸ δὲ Ἀμὴν ὁτὲ μὲν ἁπλοῦν, ὁτὲ δὲ διπλασιαζόμε νον ἔστιν εὑρεῖν. ἡ δὲ λέξις ἐστὶν Ἑβραϊκή, δηλοῦσα τὸ «Γένοιτο». ταὐτὸν γάρ ἐστιν τὸ Ἀμὴν· <τῷ> «ἀληθῶς καὶ γένοιτο». πολλοὶ γὰρ Ψαλμοὶ ἐπὶ τέλει ἔχοντες· «Γένοιτο, γένοιτο» ἐν τῷ Ἑβραϊκῷ ἈμὴνἈμὴν ἔχουσιν. εἰκὸς οὖν τὸν σωτῆρα ἐπευχόμενον λέγειν Γένοιτο, γέ νοιτο τὸ πιστοὺς ὑμᾶς εὑρεθῆναι ὡς ἰδεῖν «τὸν οὐρανὸν ἀνεῳγμένον» καὶ τὰ ἑξῆς τῆς ἐπαγγελίας. τὸ δὲ Ἀμὴν ἴσον ἐστὶν καὶ τῷ «ἀληθῶς», ὡς ἐν τῷ κατὰ Ματθαῖον Ἰησοῦς λέγει· «Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες «τῶν ὧδε ἑστηκότων»· ἐν δὲ τῷ Λουκᾷ· «Ἀληθῶς λέγω ὑμῖν, εἰσί «τινες τῶν αὐτοῦ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου». ἠγοῦν ἴσον ἐστὶν τὸ «Ἀμὴν» καὶ τῷ «Ἀληθῶς» καὶ τῷ «Γένοιτο», ὡς ἐν τῷ «Ἀληθῶς λέγω ὑμῖν» τοῦτο γενέσθαι. 121 Τὸ μὲν ἐκ σχοινίου φραγέλλιον ὑπὸ τοῦ Ἰησοῦ γεγονὸς ὑπῆρχον αἱ τῶν παρανομούντων ἁμαρτίαι. δι' ὧν ὑπὸ τοῦ Ἰησοῦ αἰκιζόμενοι ἀπηλαύνοντο. σχοινίον μὲν γὰρ πολλαχῶς ἡ γραφὴ τὰς ἁμαρτίας ὠνόμασε· «Σχοινία ἁμαρτωλῶν περιεπλάκισάν μοι καὶ ἀδικίαν αἱ «χεῖρες αὐτῶν συμπλέκουσιν»· καὶ ἐν ταῖς Παροιμίαις· «Σειραῖς τῶν «ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται», τουτέστιν κολάζεται. ἐφρα γελλώθησαν δὲ ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀπηλάθησαν τοῦ ναοῦ τῷ ἑαυ τῶν πλεχθέντι σχοινίῳ. τὸν γὰρ δίκαιον κριτὴν οὐκ ἦν ἑτέρωθεν πλέξαι καὶ ἐπάγειν τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν, ἢ ἀφ' ὧν αὐτοὶ ἡμαρτηκότες ἠνόμησαν. Ῥητέον ὅτι ἐπινοίᾳ μόνῃ καὶ οὐχ ὑποστάσει τὴν διαφορὰν ἔχει τὸ ὕδωρ πρὸς τὸ πνεῦμα, καθώς φησι ὁ σωτήρ· «Ὁ πιστεύων εἰς «ἐμέ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. εἰ γὰρ περὶ τοῦ πνεύματος εἴρηται ὡς ὕδωρ ποταμῶν δίκην ἐκπορευόμενον, ἐπινοίᾳ μόνῃ διοίσει τοῦ πνεύματος τὸ ὕδωρ. ὡς οὖν γεννᾶταί τις ἐκ τοῦ σωτῆρος, σοφὸς ἐκ σοφίας, καὶ ἀληθὴς ἐξ ἀληθείας, καὶ ζωὴ ἐκ ζωῆς, ἐκ τῆς πάντων ἀρχῆς καὶ γεννήσεως μιᾶς οὔσης, οὕτως καὶ ἐκ τοῦ ἁγίου πνεύματος ἅγιος καὶ πνευματικός, καὶ ἐκ τοῦ ὕδατος καθαιρόμενος. καὶ πρὸς καρποφορίαν ποτιζόμενος γεννᾶται ἐξ ὕδατος καὶ πνεύματος. 122 Ὁ μὲν Ματθαῖος περὶ τοῦ βασιλευομένου τόπου ἔφη, ἐν ᾧ οὗτοι κληροῦνται, ὁ δὲ Ἰωάννης καὶ Λουκᾶς ἀπὸ