τρεῖς ἀποστόλους. ἀλλ' ἐρεῖ ταῦτ' εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα, ὡς καὶ τὰ λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων. 15.15 Πρὸς τοῦτο δὲ λεκτέον ὅτι σχεδὸν πᾶσαν ἱστορίαν, κἂν ἀληθὴς ᾖ, βούλεσθαι κατασκευάζειν ὡς γεγενημένην, καὶ καταληπτικὴν ἐμποιῆσαι περὶ αὐτῆς φαντασίαν, τῶν σφό δρα ἐστὶ χαλεπωτάτων, καὶ ἐν ἐνίοις ἀδύνατον. φέρε γάρ τινα λέγειν μὴ γεγονέναι τὸν Ἰλιακὸν πόλεμον, μά λιστα διὰ τὸ ἀδύνατον προσπεπλέχθαι λόγον περὶ τοῦ γεγενῆσθαί τινα Ἀχιλλέα θαλασσίας θεᾶς Θέτιδος υἱὸν καὶ ἀνθρώπου Πηλέως, ἢ Σαρπηδόνα ∆ιὸς, ἢ Ἀσκάλαφον καὶ Ἰάλμενον Ἄρεος, ἢ Αἰνείαν Ἀφροδίτης· πῶς ἂν κατασκευάσαιμεν τὸ τοιοῦτον, μάλιστα θλιβόμενοι ὑπὸ τοῦ οὐκ οἶδ' ὅπως παρυφανθέντος πλάσματος τῇ κεκρατηκυίᾳ παρὰ πᾶσι δόξῃ περὶ τοῦ ἀληθῶς γεγονέναι τὸν ἐν Ἰλίῳ πόλεμον Ἑλ- λήνων καὶ Τρώων; φέρε δὲ καί τινα ἀπιστεῖν περὶ Οἰδί ποδος καὶ Ἰοκάστης καὶ τῶν γεννηθέντων ἀπὸ ἀμφοτέρων Ἐτεοκλέους καὶ Πολυνείκους, διὰ τὸ προσπεπλέχθαι τῷ λόγῳ τὴν Σφίγγα μιξοπάρθενόν τινα· πῶς ἂν τὸ τοιοῦτον ἀποδείξαιμεν; ἀλλ' ὁ εὐγνωμόνως ἐντυγχάνων ταῖς ἱστο ρίαις καὶ βουλόμενος ἑαυτὸν τηρεῖν καὶ ἐν ἐκείναις ἀνεξαπά τητον κρινεῖ, τίσι μὲν συγκαταθήσεται, τίνα δὲ τροπολογή σει, τὸ βούλημα ἐρευνῶν τῶν ἀναπλασαμένων τὰ τοιάδε· καὶ τίσιν ἀπιστήσει, ὡς διὰ τὴν πρός τινας χάριν ἀναγε γραμμένοις. καὶ τοῦτο προλαβόντες δι' ὅλην τὴν φερομέ νην ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ Ἰησοῦ ἱστορίαν εἰρήκαμεν, οὐκ ἐπὶ ψιλὴν πίστιν καὶ ἄλογον τοὺς ἐντρεχεστέρους ἐκ καλούμενοι, ἀλλὰ βουλόμενοι παραστῆσαι ὅτι εὐγνωμο σύνης χρεία τοῖς ἐντευξομένοις καὶ πολλῆς ἐξετάσεως καὶ, ἵν' οὕτως ὀνομάσω, εἰσόδου εἰς τὸ βούλημα τῶν γραψάντων, ἵν' εὑρεθῇ ποίᾳ διανοίᾳ ἕκαστον γέγραπται. 15.16 Ἔοικεν δὲ ὁ Κέλσος, ἵνα μὲν ἐγκαλέσῃ τῷ λόγῳ, πιστεύειν ὅπου θέλει τοῖς γεγραμμένοις· ἵνα δὲ τὴν ἐμ φαινομένην θειότητα ἐν τοῖς αὐτοῖς βιβλίοις ἀπαγγελλο μένην μὴ παραδέξηται, ἀπιστεῖν τοῖς εὐαγγελίοις· δέον τὸ φιλάληθες ἰδόντα τῶν γραψάντων ἐκ τῆς περὶ τῶν χειρό νων ἀναγραφῆς πιστεῦσαι καὶ περὶ τῶν θειοτέρων. 15.17 Εἰ γὰρ μὴ ἦσαν φιλαλήθεις ἀλλ', ὡς οἴεται Κέλ σος, πλάσματα ἀναγράφοντες, οὐκ ἂν Πέτρον ἀνέγραψαν ἀρνησάμενον ἢ τοὺς μαθητὰς Ἰησοῦ σκανδαλιζομένους. τίς γὰρ, εἰ καὶ γέγονε τοιαῦτα, ἤλεγξε τὸν λόγον, ὅτι οὕτως ἀπήντησε; καί τοί γε κατὰ τὸ εἰκὸς ἐχρῆν σεσιωπῆσθαι ταῦτα ἀνθρώποις βουλομένοις διδάσκειν τοὺς ἐντυγχάνοντας τοῖς εὐαγγελίοις θανάτου καταφρονεῖν ὑπὲρ τῆς ὁμολογίας τοῦ χριστιανισμοῦ. νυνὶ δ' ὁρῶντες ὅτι ὁ λόγος δυνάμει κρατήσει τῶν ἀνθρώπων ἔθηκαν καὶ τὰ τοιαῦτα, οὐκ οἶδ' ὅπως οὐ βλάψοντα τοὺς ἐντυγχάνοντας οὐδὲ πρόφασιν δώσοντα ἀρνήσεως. 15.18 Ἔχει δέ τι καὶ μυστικώτερον ὁ λόγος, ἀπαγγέλ λων τὰς τοῦ Ἰησοῦ διαφόρους μορφὰς ἀναφέρεσθαι ἐπὶ τὴν τοῦ θείου λόγου φύσιν, οὐχ ὁμοίως φαινομένου τοῖς τε πολλοῖς καὶ τοῖς ἀκολουθεῖν αὐτῷ εἰς ὑψηλὸν, ὃ ἀποδεδώ καμεν, ὄρος δυναμένοις. τοῖς μὲν γὰρ ἔτι κάτω τυγχάνουσι καὶ μηδέπω ἐπὶ τὸ ἀναβαίνειν παρεσκευασμένοις ὁ λόγος οὐκ ἔχει εἶδος οὐδὲ κάλλος· τὸ γὰρ εἶδος αὐτοῦ τοῖς τοιού τοις ἐστὶν ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους υἱοὺς ἀνθρώπων. εἴποιμεν γὰρ ἂν πολλῷ ὡραιοτέρους φαίνεσθαι τοὺς τῶν φιλοσοφούντων λόγους, ὄντας υἱοὺς ἀνθρώπων, παρὰ τὸν τοῖς πολλοῖς κηρυσσόμενον τοῦ θεοῦ λόγον, ὃς ἐμφαίνει καὶ μωρίαν κηρύγματος· καὶ διὰ τὴν ἐμφαινομένην μωρίαν τοῦ κηρύγματος λέγουσιν οἱ τοῦτο μόνον θεωροῦντες· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. τοῖς μέντοι ἐκ τοῦ ἀκολουθεῖν αὐτῷ δύναμιν ἀνειληφόσι πρὸς τὸ ἕπεσθαι καὶ ἀναβαίνοντι αὐτῷ εἰς τὸ ὑψηλὸν ὄρος, θειοτέραν μορφὴν ἔχει· ἣν βλέπουσιν, εἴ τίς ἐστι Πέτρος χωρήσας τὴν τῆς ἐκκλησίας ἐν ἑαυτῷ οἰκοδο μὴν ἀπὸ τοῦ λόγου, καὶ τοσαύτην ἕξιν ἀναλαβὼν ὡς μηδεμίαν πύλην ᾅδου κατισχύσειν αὐτοῦ, ὑψωθέντος διὰ τὸν λόγον ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλῃ πάσας τὰς αἰνέσεις τοῦ θεοῦ ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· καὶ εἴ τινές εἰσιν ἐκ λόγων τὴν γένεσιν λαβόντες μεγαλοφώνων,