Ῥωμαίοις δρᾶσαι διανοούμενος. ἐκεῖθεν ὁ Τριγίβιλδος, ὡς δῆθεν τὸν Γαϊνᾶν διαφυγών, τήν τε Πισιδίαν καὶ τὴν Παμφυλίαν ἐπιὼν κατελυμήνατο· εἶτα πολλαῖς καὶ αὐτὸς πρότερον δυσχωρίαις τε καὶ Ἰσαυρικαῖς μάχαις περιθραυσθεὶς τὴν ἰσχὺν ἐπὶ τὸν Ἑλλήσποντον διασώζεται· καὶ περαιωθεὶς ἐπὶ τὴν Θρᾴκην οὐ μετὰ πολὺ διαφθείρεται. Γαϊνᾶς δὲ μετὰ τὴν προδοσίαν ἐν τῷ τοῦ στρατηγοῦ σχήματι πρὸς τὴν Κωνσταντινούπολιν ἐπανελθών, εἰς μελέτην ἧκεν ταύτην παραστήσασθαι. οὐρανία δέ τις ἔνοπλος ἐπιφανεῖσα δύναμις καὶ τοὺς ἐπιβαλεῖν ὁρμηθέντας τῇ πράξει δειματώσασα, τὴν μὲν πόλιν τῆς ἁλώσεως ῥύεται, ἐκείνους δὲ φωραθέντας ταῖς ἀνθρωπίναις δίκαις ἐκδίδωσι. καὶ φόνος αὐτῶν ἐρρύη πολύς· ὁ δὲ Γαϊνᾶς εἰς τοσοῦτον κατέστη δέους, ὡς αὐτίκα νυκτὸς ἐπεχούσης μεθ' ὅσων ἠδύνατο, τοὺς ἐπὶ τῶν πυλῶν βιασάμενος, ἐξελαύνει τῆς πόλεως. ἐπεὶ δὲ ἡ Θρᾴκη ἐξηρήμωτο, καὶ οὔτε παρέχειν τι τῶν ἐπιτηδείων ἦν δυνατὴ οὔτε φθορὰν ἄλλην ἐνεγκεῖν, ἐπὶ Χερρόνησον ὁ Γαϊνᾶς στέλλεται, σχεδίαις διανοούμενος ἐπὶ τὴν Ἀσίαν διαπεραιοῦσθαι. ∆ιαγνωσθείσης δὲ τῷ βασιλεῖ τῆς αὐτοῦ διανοίας, πέμπεται στρατηγὸς κατ' αὐτοῦ Φραυΐτας, Γότθος μὲν τὸ γένος, Ἕλλην δὲ τὴν δόξαν, πιστὸς δ' οὖν Ῥωμαίοις καὶ τὰ πολέμια κράτιστος. οὗτος, ἐν ᾧ Γαϊνᾶς προέπεμπεν τὸν ὑπ' αὐτῷ στρατὸν ταῖς σχεδίαις διαπεραιοῦσθαι, νηΐτῃ στόλῳ συμπλέκεται ταύταις, καὶ ἐκ τοῦ ῥᾴστου πάντας τοὺς συμπλέοντας ταῖς σχεδίαις διαφθείρει. ἐξ οὗ Γαϊνᾶς τὰ καθ' ἑαυτὸν ἀπογνοὺς εἰς τὰ τῆς Θρᾴκης ἀνωτέρω φεύγει. καί τινες τῶν Οὔννων οὐ πολλοῦ διαρρυέντος χρόνου ἐπελθόντες αὐτὸν ἀναιροῦσι, καὶ ἡ κεφαλὴ ταριχευθεῖσα εἰς Κωνσταντινούπολιν ἐκομίσθη. Χωρὶς δὲ τῶν εἰρημένων κακῶν καὶ τὸ Ἰσαύρων γένος παντοδαποὺς ἐπήνεγκεν ὀλέθρους. πρὸς μὲν γὰρ ἥλιον ἀνίσχοντα τήν τε Κιλικίαν κατέδραμον καὶ τὴν ὅμορον Συρίαν, οὐ τὴν κοίλην μόνον, ἀλλὰ καὶ τὴν ἄλλην, μέχρι Περσῶν αὐτῶν ἀφικόμενοι. κατὰ δὲ ἰάπυγα ἄνεμον καὶ θρασκίαν Παμφυλίαν τε ἐπῆλθον καὶ Λυκίους διέφθειρον. Κύπρον τε τὴν νῆσον καταστρεψάμενοι, Λυκάονάς τε καὶ Πισίδας ᾐχμαλώτισαν. καὶ Καππαδοκίας τὸ πλεῖστον ἀναστήσαντες, ἄχρι καὶ ἐπὶ τὸν Πόντον διεκινδύνευσαν· καὶ τῶν ἄλλων βαρβάρων τὰ χείριστα τοὺς ἁλισκομένους οὗτοι διέθεντο. 12.τ ΕΚ ΤΗΣ ∆Ω∆ΕΚΑΤΗΣ ΙΣΤΟΡΙΑΣ 12.1 Ὅτι Φιλοστόργιος, καὶ ἐν ἄλλοις πολλοῖς Στελίχωνος κατατρέχων, καὶ τυραννίδος ἔνοχον γράφει· καὶ ὡς Ὀλύμπιός τις τῶν μαγίστρων, φερόμενον κατὰ τοῦ βασιλέως ἐν τῷ παλατίῳ τὸ ξίφος ἀντιλαβὼν τῇ χειρί, ἑαυτὸν μὲν ἐλυμήνατο, τὸν βασιλέα δὲ διέσωσεν, καὶ συνεργὸς αὐτῷ κατέστη πρὸς τὴν ἀναίρεσιν Στελίχωνος κατὰ τὴν Ῥάβενναν διατρίβοντος. Ἄλλοι δὲ οὐκ Ὀλύμπιον, ἀλλ' Ὀλυμπιόδωρόν φασιν· οὐδ' ἐπαμῦναι τῷ βασιλεῖ, ἀλλ' ἐπιβουλεῦσαι τῷ εὐεργέτῃ Στελίχωνι καὶ εἰς τυραννίδα συκοφαντῆσαι αὐτόν. καὶ οὐδὲ μάγιστρον τηνικαῦτα εἶναι, ἀλλ' ὕστερον, μετὰ τὸν ἄδικον τοῦ Στελίχωνος φόνον, ἔπαθλον τὴν ἀξίαν λαβεῖν. ἀλλ' οὐκ εἰς μακρὰν καὶ αὐτὸν ῥοπάλοις ἀναιρεθέντα τῆς μιαιφονίας τὴν δίκην ἀποτῖσαι τῷ Στελίχωνι. 12.2 Ὅτι κατὰ τοὺς προειρημένους χρόνους Ἀλλάριχος Γότθος τὸ γένος, περὶ τὰ τῆς Θρᾴκης ἄνω μέρη δύναμιν ἀθροίσας, ἐπῆλθεν τῇ Ἑλλάδι καὶ τὰς Ἀθήνας εἷλεν καὶ Μακεδόνας καὶ τοὺς προσεχεῖς ∆αλμάτας ἐληΐσατο. ἐπῆλθε δὲ καὶ τὴν Ἰλλυρίδα, καὶ τὰς Ἄλπειςδιαβὰς ταῖς Ἰταλίαις ἐνέβαλεν. Στελίχωνι δ', ὡς οὗτος λέγει, ζῶντι μετάπεμπτος ἦν, ὃς αὐτῷ καὶ τὰς τῶν Ἄλπεων πύλας διήνοιξεν. καὶ γὰρ ἐπιβουλὰς πάσας τὸν Στελίχωνα κατὰ βασιλέως παλαμᾶσθαι, καὶ μηδ' ὅτι γαμβρὸν αὐτὸν εἶχεν ἐπὶ θυγατρὶ δυσωπεῖσθαι, ἀλλὰ καὶ φάρμακον αὐτῷ ἀγονίας ἐγκεράσασθαι. ἐλελήθει δὲ ἄρα ἑαυτόν, ἐν τῷ σπουδάζειν τὸν υἱὸν Εὐχέριον ἀνακηρύξειν παρανόμως βασιλέα, τὸν ἀπόγονον τῆς κατὰ διαδοχὴν καὶ θεσμὸν βασιλείας προεκθερίζων καὶ ζημιούμενος. οὕτω δὲ κατάφωρον καὶ ἀδεᾶ τὴν τυραννίδα προενεγκεῖν τὸν Στελίχωνα λέγει, ὡς καὶ νόμισμα, μορφῆς λειπούσης μόνης, κόψασθαι. 12.3 Ὅτι, Στελίχωνος ἀνῃρημένου, οἱ