παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολὺ δὲ τὸ μέσον τῆς ἀπὸ τοῦ κόσμου διδασκαλίας καὶ τῆς κατὰ τὸ θέλημα τοῦ θεοῦ σοφίας· καὶ ἡ μὲν καὶ αὐτὸ τὸ σχῆμα τὸ νομικὸν ἀπόλλυσιν, εἰς ἄλλο σχῆμα κακίας καὶ διαφθορᾶς ἄγουσα, ἡ δὲ οὐ μόνον οὐκ ἀπόλλυσι τὸ τοῦ νόμου σχῆμα ἐν σχήματι γὰρ καὶ τύπῳ καὶ σκιᾷ τὰ τοῦ νόμου ὑπῆρχεν ἀλλὰ καὶ βελτιοῖ αὐτό, τὴν λειπομένην αὐτῷ μορφὴν καὶ τὸ κάλλος ἀπαρτίζουσα καὶ ἀναπληροῦσα. διὸ καλῶς μὴ συσχηματίζεσθε, φησίν, ἀλλὰ μεταμορφοῦσθε· τὸ μὲν γάρ ἐστιν ἀπώλεια, τὸ δὲ σωτηρία καὶ τελειότης. 530 Rο+m12,3α Τὸ παντὶ τῷ ὄντι ἐν ὑμῖν διαφόρως ἐγχωρεῖ νοηθῆναι· ἢ ὅτι λέγω παντὶ τῷ ὄντι ἐν ὑμῖν, τοῦτ' ἔστι πᾶσι λέγω, πᾶσι παραινῶ, καὶ ταύτην τὴν ἐξουσίαν ἐκ τῆς χάριτος ἔχω· ἢ λέγω μὴ ὑπερφρονεῖν ὑμᾶς ἐν παντὶ χαρίσματι τῷ ὄντι ἐν ὑμῖν· ταύτην γὰρ τὴν ἔννοιαν καὶ τὰ ἐπαγόμενα δηλοῖ ἐν οἷς φησιν· ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισε καὶ ἑξῆς. σοφῶς δὲ λίαν καὶ συνετῶς προέταξε, μέλλων αὐτοὺς νουθετεῖν εἰς τὸ μὴ ὑπερφρονεῖν, τὸ διὰ τῆς χάριτος τοῦ θεοῦ· ἐπειδὴ γὰρ καὶ τὸ νουθετεῖν καὶ ἐπιτάττειν ἄλλοις ἐνίοτε ἐξ ὑπερφροσύνης γίνεται, παραλαβὼν ἰάσατο τοὺς τοιούτους λογισμούς. οὐκ ἔστι, φησίν, ἐξ ἐμῆς ὁρμῆς τὸ νουθετεῖν ὑμᾶς, διὰ τῆς χάριτος τοῦτο ποιῶ τοῦ θεοῦ. αὐτὸς κελεύει, αὐτοῦ τὸ ἐπίταγμα πληρῶ. δεῖ οὖν πείθεσθαι καὶ μὴ ἀντιλέγειν. Rο+m12,3b Πῶς ἐμέρισεν; κατὰ φιλοτιμίαν; μὴ γένοιτο. ἀλλὰ πῶς; κατὰ τὸ μέτρον τῆς πίστεως. πίστεως δὲ οὐ τῆς κατὰ τὴν λατρείαν φησίν· πάντες γὰρ πιστοὶ καὶ εὐσεβεῖς καὶ τέλειοι ἐν αὐτῇ εἰσι δηλονότι οἱ χαρισμάτων ἀξιωθέντες, ἀλλὰ τῆς κατὰ τὰ χαρίσματα νῦν φησι πίστεως, καθὼς καὶ ἐν Εὐαγγελίοις εἴρηται· κύριε δὸς ἡμῖν πίστιν, καὶ πάλιν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, καὶ πάλιν· διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν. δῆλον γὰρ ὡς ἕτερον τοῦτο τὸ σημαινόμενον τῆς πίστεως παρὰ τὸ ἐπὶ τῆς εὐσεβείας λαμβανόμενον. Rο+m12,4-8a ∆υσὶ τρόποις ἐσχημάτισται ὅλον τὸ χωρίον τοῦτο ἕως τοῦ εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει. ποίοις τούτοις; τῷ λεγομένῳ ἀπὸ κοινοῦ καὶ τῷ ἐλλειπτικῷ. καὶ γὰρ τὸ ἔχοντες ἀπὸ κοινοῦ καθ' ἕκαστον κῶλον παραλαμβάνεται, οἷον· εἴτε προφητείαν ἔχει τις, εἴτε διακονίαν ἔχει τις. τοῦτο δὲ τὸ ἀπὸ κοινοῦ καὶ ζεῦγμα καλεῖται, ὅτι συζεύγνυσι πληθυντικὸν ἑνικῷ καὶ μετοχὴν ῥήματι. οὕτως οὖν ἀπὸ κοινοῦ τὸ ἔχοντες κατὰ τὸ ζεῦγμα λαμβανόμενον, ἀπηρτισμένην κατὰ τοῦτο τέως τὴν ἔννοιαν καὶ τὰ χωρία ποιεῖ. ἐλλειπτικῷ δὲ πάλιν ἐσχημάτισται, ὅτι λείπει τι πρὸς αὐτοτέλειαν τοῦ νοήματος, οἷον τὸ μενέτω ἐν ᾧ ἔλαβεν ἕκαστος χαρίσματι, ἢ ἀρκείσθω, ἢ στοιχείτω ἤ τι τοιοῦτον οἷον· εἴτε προφητείαν ἔχει τις, εἴτε διακονίαν, μενέτω ἕκαστος, καὶ ὁ τὴν προφητείαν ἔχων καὶ ὁ τὴν διακονίαν καὶ ὁ τὴν διδασκαλίαν 531 καὶ ὁ τὴν παράκλησιν ἔχων, καὶ ἁπλῶς ἕκαστος ἐν ᾧ ἔλαβε χαρίσματι. καὶ πολλή ἐστιν ἡ τῶν τοιούτων χρῆσις παρὰ τῷ θαυμασίῳ Παύλῳ. καὶ μὴ θαυμάσῃς, εἰ ἀμαθὴς ὢν τούτων ἐκέχρητο τούτοις· ἡ γὰρ χάρις ἡ τὰ μείζω χορηγοῦσα καὶ τῶν εὐτελῶν πολλάκις παρεῖχε τὴν γνῶσιν. οὐχ ὡς μέγα τι τούτων ὑπαρχόντων, τί γὰρ ἂν καὶ εἴη περὶ λέξεις καὶ συλλαβὰς καὶ τὴν τούτων συνθήκην μικρολογουμένων ἀνθρώπων πόνος καὶ ὀνόματα; οὔκουν ὡς μεγάλων τινῶν ὄντων ἐκέχρητο τούτοις, ἀλλ' εἰς τὸ καταισχύνειν τοὺς ἐπὶ τοῖς τοιούτοις μέγα φρονοῦντας, καὶ κερδῆσαι αὐτοὺς εἰς ταπεινοφροσύνην καὶ ὑπακοὴν τῆς αὐτοῦ νουθεσίας· ἄοκνα γὰρ ὑπῆρχεν ἅπαντα Παύλῳ ὅσα σωτηρίαν ἔφερεν ἀνθρώποις. διὸ καὶ χρήσεις ποιητικῶν στίχων καὶ ἱστορίας Ἑλληνικὰς καὶ μυρία τοιαῦτα οὐκ ὀκνεῖ προκομίζειν, ἂν μόνον καὶ διὰ τούτων ἐλπίζῃ τινὰ σωτηρίαν ἀνθρώπων ἁρπάσαι. βαβαὶ τῆς τηλικαύτης ψυχῆς καὶ σπουδῆς. καλῶς δὲ καὶ τῷ τοιούτῳ κέχρηται τῶν λόγων εἴδει, καὶ πάλιν τοῦ ἀποστολικοῦ καὶ ἁπλοῦ καὶ εὐγενοῦς καὶ ἀπεριέργου χαρακτῆρος οὐκ ἀφίσταται. εἰ μὲν γὰρ οὐδ' ὅλως ἐκέχρητο τούτοις, ἀδυναμίαν ἂν οἱ πάντα τολμῶντες καὶ ἰδιωτισμὸν ᾐτιάσαντο, ὅπου καὶ νῦν τινες μὴ συνιέντες τὰ