καὶ ὁρᾷ ἑαυτόν. ὁρῶν δὲ νοοῦντα καὶ ὁρῶντα γινώσκων, οἶδεν ὅτι νοῦς ἐστι κατ' ἐνέργειαν· τοῦτο δὲ εἰδώς, οἶδεν ὅτι νοεῖ, καὶ οὐχ ἃ νοεῖ μόνον. ἅμα ἄρα ἄμφω οἶδε, καὶ τὸ νοητὸν καὶ ὅτι νοεῖ ἐκεῖνο καὶ νοεῖται ὑφ' ἑαυτοῦ νοοῦντος. 169 Πᾶς νοῦς ἐν αἰῶνι τήν τε οὐσίαν ἔχει καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. εἰ γὰρ ἑαυτὸν νοεῖ καὶ ταὐτὸν νοῦς καὶ νοητόν, καὶ ἡ νόησις τῷ νῷ ταὐτὸν καὶ τῷ νοητῷ· μέση γὰρ οὖσα τοῦ τε νοοῦντος καὶ τοῦ νοουμένου, τῶν αὐτῶν ἐκείνων ὄντων, ἔσται δήπου καὶ ἡ νόησις ἡ αὐτὴ πρὸς ἄμφω. ἀλλὰ μὴν ὅτι ἡ οὐσία τοῦ νοῦ αἰώνιος, <δῆλον>· ὅλη γὰρ ἅμα ἐστί. καὶ ἡ νόησις ὡσαύτως, εἴπερ τῇ οὐσίᾳ ταὐτόν· εἰ γὰρ ἀκίνητος ὁ νοῦς, οὐκ ἂν ὑπὸ χρόνου μετροῖτο οὔτε κατὰ τὸ εἶναι οὔτε κατὰ τὴν ἐνέργειαν. τούτων δὲ ὡσαύτως ἐχόντων, καὶ ἡ δύναμις αἰώνιος. 170 Πᾶς νοῦς πάντα ἅμα νοεῖ· ἀλλ' ὁ μὲν ἀμέθεκτος ἁπλῶς πάντα, τῶν δὲ μετ' ἐκεῖνον ἕκαστος καθ' ἓν πάντα. εἰ γὰρ ἅπας νοῦς ἐν αἰῶνι τήν τε οὐσίαν ἱδρύσατο τὴν ἑαυτοῦ καὶ ἅμα τῇ οὐσίᾳ τὴν ἐνέργειαν, πάντα ἅμα νοήσει πᾶς. εἰ γὰρ κατὰ μέρος καὶ ἄλλο καὶ ἄλλο τῶν ἐφεξῆς, οὐκ ἐν αἰῶνι· τὸ γὰρ ἐφεξῆς ἐν χρόνῳ πᾶν· πρότερον γὰρ καὶ ὕστερον τὸ ἐφεξῆς, ἀλλ' οὐχ ὁμοῦ πᾶν. εἰ μὲν οὖν ὁμοίως πάντα νοήσουσι πάντες, οὐ διοίσουσιν ἀλλήλων. εἰ γὰρ ὁμοίως πάντα νοοῦσιν, ὁμοίως πάντα εἰσίν, ἃ νοοῦσιν ὄντες· ὁμοίως δὲ πάντα ὄντες, οὐχ ὁ μὲν ἀμέθεκτος, ὁ δὲ οὔ. ὧν γὰρ αἱ νοήσεις αἱ αὐταί, καὶ αἱ οὐσίαι, εἴπερ ἡ νόησις ἡ ἑκάστου ταὐτὸν τῷ ἑκάστῳ εἶναι, καὶ ἕκαστος ἄμφω, καὶ ἡ νόησις καὶ τὸ εἶναι. λείπεται δὴ οὖν, εἰ μὴ ὁμοίως, ἢ <μὴ> πάντα νοεῖν ἕκαστον, ἀλλ' ἕν· ἢ πλείω, μὴ πάντα δὲ ὅμως· ἢ πάντα καθ' ἕν. ἀλλὰ τὸ μὲν μὴ πάντα νοεῖν λέγειν νοῦν ἐστι ποιεῖν ἀγνοοῦντά τι τῶν ὄντων· οὐδὲ γὰρ μεταβήσεται καὶ νοήσει ἃ μὴ πρότερον, ἀκίνητος ὤν· καὶ ἔσται ψυχῆς χείρων τῆς ἐν τῷ κινεῖσθαι πάντα νοούσης, διὰ τὸ μένειν ἓν μόνον νοῶν. πάντα ἄρα νοήσει καθ' ἕν (ἢ γὰρ πάντα ἢ ἓν ἢ πάντα καθ' ἕν), τῆς νοήσεως ἀεὶ μὲν καὶ ἐν πᾶσι πάντων οὔσης, τὰ δὲ πάντα ἑνὶ τῶν πάντων ὁριζούσης· ὥστε εἶναί τι κρατοῦν ἐν τῇ νοήσει καὶ τοῖς νοουμένοις ἕν, πάντων ἅμα κατὰ τὸ ἓν νοουμέ νων, καὶ τοῦ ἑνὸς αὐτῷ τὰ πάντα χαρακτηρίζοντος. 171 Πᾶς νοῦς ἀμέριστός ἐστιν οὐσία. εἰ γὰρ ἀμεγέθης καὶ ἀσώματος καὶ ἀκίνητος, ἀμέριστός ἐστι. πᾶν γὰρ τὸ ὁπωσοῦν μεριστὸν ἢ κατὰ πλῆθος ἢ κατὰ μέγεθος ἢ κατὰ τὰς ἐνεργείας ἐστὶ μεριστὸν ἐν χρόνῳ φερομένας· ὁ δὲ νοῦς κατὰ πάντα αἰώνιος, καὶ ἐπέκεινα σωμάτων, καὶ ἥνωται τὸ ἐν αὐτῷ πλῆθος· ἀμέριστος ἄρα ἐστίν. ὅτι μὲν οὖν ἀσώματος ὁ νοῦς, ἡ πρὸς ἑαυτὸν ἐπιστροφὴ δηλοῖ· τῶν γὰρ σωμάτων οὐδὲν πρὸς ἑαυτὸ ἐπιστρέφεται. ὅτι δὲ αἰώνιος, ἡ τῆς ἐνεργείας πρὸς τὴν οὐσίαν ταυτότης· οὕτω γὰρ δέδεικται πρότερον. ὅτι δὲ ἥνωται τὸ πλῆθος, ἡ πρὸς τὰς ἑνάδας τὰς θείας τοῦ νοεροῦ πλήθους συνέχεια· αἱ μὲν γάρ εἰσι πρῶτον πλῆθος, οἱ δὲ νόες μετ' ἐκείνας. εἰ οὖν καὶ πλῆθος ἅπας νοῦς, ἀλλ' ἡνωμένον πλῆθος· πρὸ γὰρ τοῦ διῃρημένου τὸ συν επτυγμένον καὶ ἐγγυτέρω τοῦ ἑνός. 172 Πᾶς νοῦς ἀϊδίων ἐστὶ προσεχῶς καὶ ἀμεταβλήτων κατ' οὐσίαν ὑποστάτης. τὸ γὰρ ἀπὸ ἀκινήτου παραγόμενον αἰτίας ἅπαν ἀμετάβλητόν ἐστι κατὰ τὴν οὐσίαν· νοῦς δὲ ἀκίνητος, αἰώνιος πάντῃ ὢν καὶ ἐν αἰῶνι μένων. καὶ τῷ εἶναι παράγει ἃ ἂν παράγῃ· εἰ δὲ ἀεὶ ἔστι καὶ ὡσαύτως ἔστιν, ἀεὶ παράγει καὶ ὡσαύτως· οὐκ ἄρα ποτὲ μὲν ὄντων, ποτὲ δὲ μὴ ὄντων αἴτιος, ἀλλὰ τῶν ἀεὶ ὄντων. 173 Πᾶς νοῦς νοερῶς ἐστι καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ' αὐτόν· τὰ μὲν γάρ ἐστι κατ' αἰτίαν, ὅσα μετ' αὐτόν, τὰ δὲ κατὰ μέθεξιν, ὅσα πρὸ αὐτοῦ· νοῦς δὲ αὐτός ἐστι καὶ νοερὰν ἔλαχεν οὐσίαν· κατὰ τὴν ἑαυτοῦ ἄρα ὕπαρξιν ἀφορίζει πάντα, καὶ ἃ κατ' αἰτίαν ἐστὶ καὶ ἃ κατὰ μέθεξιν. καὶ γὰρ ἕκαστον, ὡς πέφυκεν, οὕτω μετέχει τῶν κρειττόνων, ἀλλ' οὐχ ὡς ἐκεῖνα ἔστιν. ἤδη γὰρ ἂν ὡσαύτως ὑπὸ πάντων μετείχετο· μετέχει δὲ ἄλλα ἄλλως· κατὰ τὴν ἰδιότητα ἄρα τῶν μετεχόντων καὶ δύναμιν αἱ μεθέξεις. νοερῶς ἄρα ἐν τῷ νῷ τὰ πρὸ αὐτοῦ. ἀλλὰ μὴν καὶ τὰ μετ' αὐτὸν νοερῶς ἐστιν. οὐ γὰρ ἐκ τῶν ἀποτελεσμάτων ἐστίν, οὐδὲ ἐκεῖνα ἔχει ἐν ἑαυτῷ, ἀλλὰ τὰς αἰτίας τὰς ἐκείνων· ἔστι δὲ πάντων τῷ εἶναι αἴτιος· τὸ δὲ εἶναι αὐτοῦ νοερόν· καὶ τὰ