φθονηθεὶς οὖν διαβάλλεται ὡς ἑλληνόφρων· δεσμευθεὶς οὖν καὶ ἀποκαρεὶς χειροτονεῖται ἐν Σμύρνῃ ἐπίσκοπος. ἐπὶ τούτου τὰ τέλη γέγονεν ἐν 111 Κωνσταντινουπόλει σεισμὸς μέγας, ὥστε πολὺ μέρος τῆς πόλεως καταπεσεῖν. Μαρκιανὸς ὁ γαμβρὸς Θεοδοσίου. Μαρκιανὸς ἐβασίλευσεν ἔτη ἓξ καὶ μῆνας πέντε, στεφθεὶς ὑπὸ Ἀνατολίου πατριάρχου. οὗτος ὁ Μαρκιανὸς ἦν πρεσβύτης τὴν ἡλικίαν, αἰδέσιμος, ἱεροπρεπὴς τῇ καταστάσει, ἐρύθημα ἐπὶ τοῦ προσώπου φέρων κεκερασμένον χάριτι, μεγαλόψυχος, φιλαργυρίας ὑπέρτερος, σώφρων καὶ περὶ τὰ θεῖα εὐλαβής, πρὸς τοὺς ἁμαρτάνοντας συμπαθής, ἄπειρος δὲ παιδείας τῆς ἔξωθεν. ἔγημε δὲ ὁ αὐτὸς θειότατος Μαρκιανὸς Πουλχερίαν τὴν ἀδελφὴν Θεοδοσίου τοῦ βασιλέως, οὖσαν πεντήκοντα τεσσάρων ἐτῶν παρθένον καὶ μὴ διαφθαρεῖσαν. Ἐπὶ τούτου γέγονεν ἡ τετάρτη σύνοδος ἐν Καλχηδόνι ὑπὸ πατέρων χλʹ, κατὰ Εὐτυχοῦς καὶ ∆ιοσκόρου καὶ Νεστορίου τῶν ματαίων, λεγόντων μὴ εἶναι τὴν σάρκωσιν τοῦ κυρίου ὁμοούσιον ἡμῖν, ἀλλ' ἐκ δύο φύσεων τὴν ἕνωσιν λέγεσθαι, μίαν δὲ ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, καὶ ὡς ἐν φαντασίᾳ φορέσαι τὴν σάρκα τὸν κύριον καθομολογούντων, καὶ θεότητι πάθος ἀπονεμόντων. ἡγοῦντο δὲ Λεόντιος Ῥώμης, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλιος Ἱεροσολύμων. εἰσῆλθον δὲκαὶ τὰ λείψανα τοῦ ἁγίου προφήτου Ἡσαΐου ἐνεχθέντα ἀπὸ Νεάδος, καὶ κατετέθησαν εἰς τὸν ἅγιον Λαυρέντιον. τῷ δὲ 112 τρίτῳ ἔτει αὐτοῦ ἐκοιμήθη Πουλχερία, ἥτις κτίζει τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τὸν ἐν τοῖς Χαλκοπρατείοις καὶ τὸν ἐν Βλαχέρναις, καὶ τοὺς αὐτῶν ὀρόφους χρυσῷ ἐποίκιλέ τε καὶ ἐκαλλώπισε. Τυφθεὶς δὲ τοὺς πόδας αὐτοῦ Μαρκιανὸς ἔτι ἐν στρατείᾳ ὢν καὶ νοσήσας ὑπελείφθη ἐν πόλει Σύδιμα· ἀναρρωσθεὶς οὖν ᾠκειώθη δυσὶν εὐπόροις ἀδελφοῖς, ἅμα δὲ αὐτοῖς ἐπὶ θήραν ἐξιών, ὡς μεσημβρίας πάντες ἀναπαυσάμενοι ὕπνωσαν. ἔξυπνοι δὲ γενόμενοι οἱ αὐτάδελφοι ὁρῶσιν ὑπνοῦντα ἐν ἡλίῳ Μαρκιανόν, ὑπὸ ἀετοῦ δὲ περισκεπόμενον· ἐκπλαγέντες οὖν διυπνισθέντι λέγουσιν αὐτῷ "εἰ βασιλεύσεις, τί ἡμῖν χαρίσῃ;" ὁ δὲ διαπιστῶν ὅμως ἔφη "ἀντὶ πατρὸς ἔχειν ὑμᾶς." δόντες οὖν αὐτῷ νομίσματα διακόσια ἀπέστειλαν ἐν τῇ πόλει, "μέμνησο ἡμῶν ὁπόταν εὐτυχῇς" φήσαντες. ὁ δὲ εἰσελθὼν προσεκολλήθη τῷ Ἄσπαρ καὶ Ἀρδαβουρίῳ. εἶθ' οὕτω μετὰ Ἄσπαρος εἰς Ἀφρικὴν ἐλθὼν ἐζωγρήθη· ὑπνοῦντος δὲ ἐν τῇ αὐλῇ ἐξ οἴκου ἀετὸς αὖθις κατελθὼν ἐπέσκεπεν αὐτόν· ὁραθεὶς δὲ παρὰ Γιζερίχου, τοῦτον ἀνελεῖν ᾠήθη ὡς βασιλεύσειν μέλλοντα Ῥωμαίων. λογισάμενος δὲ ὡς τὴν τούτων βουλὴν κωλῦσαι ἀδύνατον, σπονδὰς εἰρήνης μετ' αὐτοῦ ποιήσας ἐξαπέστειλε. Φλαβιανοῦ τελευτήσαντος ἐπὶ Μαρκιανοῦ Ἀνατόλιος προχειρίζεται. ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν τῷ ἡρώῳ. 113 Λέων ὁ μέγας ὁ Μακέλλης. Λέων ὁ μέγας ὁ Μακέλλης ἐβασίλευσεν ἔτη ιηʹ, διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ διὰ τὸ εἶναι ὀρθόδοξος προβληθεὶς παρὰ Ἄσπαρ καὶ Ἀρδαβουρίου· τούτους γὰρ βουληθέντας τῆς βασιλείας κρατῆσαι οὐκ εἴασεν ἡ σύγκλητος, Ἀρειανοὺς ὄντας· οὓς ὁ βασιλεὺς Λέων βλέπων μὴ ὀρθὴν πίστιν πρὸς αὐτὸν ἔχοντας, ἀλλὰ πάντα τὰ πράγματα ὑπὸ τὴν διοίκησιν αὐτῶν βουλομένους εἶναι, ἀνεῖλεν αὐτούς, γράψας καὶ πρὸς Ἀνθέμιον βασιλέα Ῥώμης ἐπιστολήν τινα περιέχουσαν καὶ τοῦτο ὅτι ἐγὼ ἐφόνευσα Ἄσπαρα καὶ Ἀρδαβούριον, ἵνα μηδείς μοι ἐναντιοῦται κελεύοντι. μάκελ δὲ λέγεται Ῥωμαϊστὶ ὁ φονεύς. Οὗτος δὲ ὁ Λέων ἦν κάτισχνος μὲν τὸ σῶμα, ὑπόσπανος δὲ τὴν γενειάδα, καὶ τὰς ὄψεις ἄγαν ἐκτετηκώς, φρονήσει δὲ κεκοσμημένος, εἰ καὶ παιδείας καὶ μαθημάτων ἐκτός. Ἄσπαρ δὲ ᾐτήσατο τὸν βασιλέα Λέοντα ἐγκαταστῆσαι τῇ πόλει ἔπαρχον τῆς ἑαυτοῦ γνώμης ὁμόφρονά τε καὶ ὁμόδοξον· ὃ κατένευσε μὲν ὁ βασιλεὺς ποιῆσαι, μὴ βουλομένου δέ, ἐννύχιον δεδήλωκεν ἑνὶ τῶν συγκλητικῶν τοῦ παραγενέσθαι ἕωθεν ἐν τῇ προελεύσει· τοῦ δὲ παραγενομένου, προσκαλεσάμενος αὐτὸν ὁ βασιλεὺς τῆς πόλεως ἔπαρχον προεβάλετο. Ἄσπαρ δὲ παρ' ἐλπίδας ἰδὼν καὶ ἐκπλαγεὶς ἐπὶ τούτῳ, εἰσελθὼν ἐκράτησε τοῦ ἱματίου τοῦ βασιλέως, καὶ φησὶ πρὸς αὐτὸν "βασιλεῦ, τὸν