1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

35

∆ηὼ καὶ ∆ήμητρα ὀνομάζουσι, μητρί γε οὔσῃ, μανικῶς ἐπεμίγη, καὶ τὴν Φερέφατταν ἐξ αὐτῆς παιδο ποιησάμενος ξύνευνον ἔσχε καὶ γαμέτης ἐγένετο τῆς παιδός. Τὰ 3.98 δὲ Γανυμήδους πέρι καὶ Λήδας καὶ ∆ανάης καὶ Σεμέλης καὶ 3.98 Ἀλκμήνης καὶ τῶν ἄλλων τῶν παμπόλλων μυθολογούμενα καὶ λέγειν αἰσχύνομαι, καὶ περιττὸν οἶμαι ποιεῖν πρὸς εἰδότας τούσδε τοὺς μύθους διεξιὼν καὶ τὴν ποιητικὴν δυσοσμίαν ἀνακινῶν, ὧν τὴν μυθολογίαν αἰσχυνόμενοι μὲν ἀποκαλεῖτε ψευδῆ, πάλιν δ' αὖ ὡς ἀληθῆ θεολογίαν ἀσπάζεσθε. 3.99 Παράθετε τοιγαροῦν τὰ παρ' ὑμῶν περὶ τῶν ἀσωμάτων μέν, γενητῶν δὲ φύσεων μυθολογούμενα τοῖς παρ' ἡμῶν περὶ τῶν ἐπου ρανίων δυνάμεων λεγομένοις, καὶ ἀθρήσατε τὸ διάφορον· καὶ λογισμῷ γε σώφρονι διακρίνατε, πότερα τούτοιν ταῖς ἀοράτοις οὐσίαις ἁρμοδιώτερα. Εὑρήσετε γάρ, ὀρθῇ γε ψήφῳ διαγινώσκειν ἐθέλοντες, οὐχ ἁγίοις ἀγγέλοις, ἀλλὰ δαίμοσι πρόσφορα παμπο νήροις τὰ παρ' ὑμῶν θρησκευόμενα. 3.100 Ἐπειδὴ δὲ καὶ δαιμόνων ἐμνήσθην, προὔργου οἶμαι καὶ περὶ τούτων ἅ γε δοξάζομεν ἐπιδεῖξαι. Ἡμεῖς γὰρ τούτους καὶ τὸν τούτων γε ἄρχοντα, ὃν Σατανᾶν τὰ θεῖα προσαγορεύει λόγια-δηλοῖ δὲ τοὔνομα τὸν ἀποστάτην κατὰ τὴν Ἑβραίων φωνήν· καλεῖ δὲ αὐτὸν καὶ διάβολον, ὡς τὸν Θεὸν παρὰ τοῖς ἀνθρώποις συκοφαντοῦντα καὶ αὐτοῖς γε τοῖς 3.101 ἀνθρώποις ἔριν πρὸς ἀλλήλους καὶ διαμάχην ἐμβάλλοντα-τού τους ἡμεῖς οὐ πονηροὺς ἐξ ἀρχῆς παρὰ τοῦ Θεοῦ τῶν ὅλων δημιουργηθῆναί φαμεν οὐδὲ τοιάνδε φύσιν λαχεῖν, ἀλλὰ τῇ παρα τροπῇ τῆς γνώμης ἀπὸ τῶν ἀμεινόνων εἰς τὰ χείρω μεταπεσεῖν καὶ τοῖς παρὰ τοῦ πεποιηκότος παρασχεθεῖσιν οὐκ ἀρκεσθέντας, ἀλλ' ὀρεχθέντας μειζόνων εἰσδέξασθαι μὲν τοῦ τύφου τὸ πάθος, ἐκπεσεῖν δὲ καὶ τῆς ἀρχῆθεν δοθείσης γυμνωθῆναι τιμῆς, εἶτα κατὰ τῶν ἀνθρώπων, ὡς εἰκόνι θείᾳ τετιμημένων, λυττῆσαι καὶ τὸν κατ' αὐτῶν ἀναδέξασθαι πόλεμον· τὸν δὲ ποιητήν, τῇ μὲν τῶν ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τῶν ἀνθρώπων τὸ γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος ὁ ἀοράτως ἐπιών, οὓς διὰ φθόνον ἐμίσησεν, ἀδεῶς διαφθείρῃ, τὴν δὲ ἀγωνιστικὴν οὐκέτι κωλῦσαι διαμάχην, ἵνα δείξῃ τοὺς ἀρίστους ἡ πάλη, καὶ γένωνται ἀνδρα 3.102 γαθίας ἀρχέτυπα. Οὗ δὴ εἵνεκα τὴν βιαίαν ἐκείνου προσβολὴν διακωλύσας, τῇ τῶν ἀγγέλων φρουρᾷ τὴν τῶν λογισμῶν ξυνεχώ ρησεν ἀγωνίαν, ὅπως τοὺς ἀξιονίκους ἀποφήνῃ τῶν στεφάνων ἀξίους, οὐκ αὐτὸς μὲν ἐκεῖνον εἰς ἀντιπάλου τάξιν ἀποκληρώσας, εἰς δέον δέ γε τῇ ἐκείνου πονηρίᾳ χρησάμενος, καθάπερ οἱ ἰατροὶ ταῖς ἐχίδναις εἰς νοσημάτων ἀπαλλαγήν. 3.103 Ταῦτα μὲν οὖν ἡμεῖς τῆς ἐναντίας πέρι δοξάζειν δυνάμεως ἐδιδάχθημεν· ὁ δέ γε Πλάτων ὁποῖα καὶ περὶ τῶνδε πεφρόνηκε, ῥᾷστα γνοίη τις ἂν ἐντυχών, οἷς ἐκεῖνος ἔγραψεν ἐν τῷ δεκάτῳ τῶν Νόμων· λέγει δὲ οὕτως· "Ψυχὴν δὲ διοικοῦσαν καὶ ἐνοι κοῦσαν πᾶσι τοῖς πανταχῇ κινουμένοις λέγοντας, οὐ καὶ τὸν οὐρα νὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν ἢ πλείους; Ἐγὼ ὑπὲρ σφῷν ἀποκρινοῦμαι. ∆υοῖν μὲν οὖν γέ που ἐλάττω μὴ τιθῶμεν. Τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάσασθαι." 3.104 Τοιαῦτα μὲν οὖν ἐκεῖνος γέγραφεν· ὅσης δὲ ταῦτα ἀτοπίας μεστά, αὐτίκα δὴ καταμαθεῖν εὐπετές. Ψυχὴν γὰρ δὴ κέκληκε τὴν τὰ ὁρώμενα πάντα καὶ μέντοι καὶ τὰ ἀόρατα ἰθύνουσαν δύναμιν· ταύ την δὲ οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν οἰκονομεῖν ἔφησεν. Εἶτα ἐρόμενος, εἰ μίαν ἢ πλείους χρὴ λέγειν, ἀπεκρίνατο, ὡς οὐ δεῖ λέγειν τῶν δύο ἐλάττους· καὶ τὴν μὲν ἐκάλεσεν εὐεργέτιν, τὴν δὲ τῶν ἐναντίων ἐργάτιν, καὶ τὴν ἴσην καὶ τῇ ἀγαθῇ καὶ τῇ πονηρᾷ προσεκλήρωσε δύναμιν· καὶ μέντοι καὶ τὸν οὐρανὸν οἰκονομεῖν ἔφησε τὴν τῆς κακίας δημιουργόν. 3.105 Ἡμεῖς δὲ τὸ μὲν πανάγιον Πνεῦμα, ὃν καὶ Παράκλητον οἱ θεῖοι προσαγορεύουσι λόγοι, ἰθύνειν καὶ κυβερνᾶν καὶ ἁγιάζειν οὐ μόνον ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας τῶν ἐπουρανίων ξυμμορίας, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς εὐσεβεῖν προαιρουμέ νους καὶ τὰ θεῖα περὶ πολλοῦ ποιουμένους φαμέν· τοὺς δέ γε δαίμονας καὶ τὸν τούτων ἡγούμενον οὐ μόνον τῶν οὐρανίων ἁψί δων ἐξεληλάσθαι, ἀλλὰ καὶ τοὺς τῆς ἀρετῆς