1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

35

κατὰ τὴν ἀνιχνίαστον τῶν τοῦ Θεοῦ κριμάτων ἄβυσσον, καὶ Νεστόριος ψήφῳ τῶν περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, καὶ αὐτοῦ τοῦ τηνι καῦτα τῆς οἰκουμένης τὰ σκῆπτρα διέποντος, τῆς κατὰ Κωνσταντινούπολιν τῶν ὀρθοδόξων καθολικῆς Ἐκκλησίας τὴν προεδρίαν πιστεύεται, οὐδὲν δὲ ἧτ τον καὶ τῆς οἰκουμένης ἁπάσης. Ἐνταῦθά μοι λοι πὸν καὶ τὰ δράματα, ὧν μικροῦ πλήρης πᾶσα γῆ τε καὶ θάλαττα. Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατ έλαβε θρόνον, καθάπερ τινὰ τυραννίδα τῆς ἀρχιερω σύνης τὴν προστασίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν· ἀλλ' ἀπὸ τῆς ἐξουσίας προσλαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέ σον ἄγει, καὶ προτίθησιν ἅπασιν, ἣν πάλαι κατὰ τοῦ Μονογενοῦς συνέλαβε βλασφημίαν. Καὶ πόλεμον ἄντικρυς κατὰ τῶν ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων Πατέρων, ἀφ' οὗ κατηγγέλθη 83.436 τὸ Εὐαγγέλιον τῆς τῶν ὀρθοδόξων καθηγησαμένων πίστεως, ἐκβαλεῖν πειρᾶται τοὺς λόγους, ταράττων μὲν τῆς βασιλίδος πόλεως τὴν Ἐκκλησίαν, ταράττων δὲ καὶ τὴν οἰκουμένην ἅπασαν· οὐδὲν τοῦ θεσπεσίου Παύλου κεκραγότος ἐπιστρεφόμενος· "Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ." Ἀλλ' ἐπὶ τὴν λυχνίαν τοῦ θείου τῶν ἀρχιερέων βήματος, οὐ τὸν λύχνον τῆς ἀληθείας, ἀλλὰ τὸν ζόφον τίθησι τῆς ἀσεβείας. Γίνεται δὲ αὐτῷ πρῶτον τῆς καινοτο μίας ἐγχείρημα, τὸ μὴ δεῖν τὴν ἁγίαν Παρθένον, τὴν τὸν τοῦ Θεοῦ Λόγον τεκοῦσαν ἐξ αὐτῆς σάρκα λαβόντα, Θεοτόκον ὁμολογεῖν, Χριστοτόκον δὲ μόνον· τῶν πάλαι καὶ πρόπαλαι τῆς ὀρθοδόξου πίστεως κηρύκων, κατὰ τὴν ἀποστολικὴν παράδοσιν, Θεοτό κον διδαξάντων ὀνομάζειν, καὶ πιστεύειν τὴν τοῦ Κυρίου μητέρα. Φέρε δὴ οὖν μοι λοιπὸν τὴν βλάσ φημον τεχνολογίαν καὶ παρατήρησιν, οὐδενὶ πρό τερον ἐγνωσμένην, εἰς τὸ μέσον ἀγάγωμεν. Ἡ τοῦ Χριστοῦ προσηγορία, φησὶ, τῶν δύο φύσεών ἐστι ση μαντικὴ, τῆς τε θεότητος τοῦ Μονογενοῦς, καὶ τῆς ἀνθρωπότητος· ἡ δὲ τοῦ Θεοῦ ἀπολύτως λεγομένη φωνὴ, τὴν ἁπλῆν καὶ ἀσώματον τοῦ Θεοῦ Λόγου παρίστησιν οὐσίαν· ἡ δὲ τοῦ ἀνθρώπου, μόνην τὴν ἀνθρωπείαν ὑποδείκνυσι φύσιν. ∆ιὰ τοῦτο Χρι στοτόκον, φησὶν, ἀλλ' οὐ Θεοτόκον τὴν Παρθένον ὁμολογεῖν ἀναγκαῖον, μήποτε λάθωμεν ἀρχὴν τοῦ εἶναι λέγοντες τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας εἰληφότα Παρθένου, καὶ οὕτω προγενεστέραν τὴν μητέρα τοῦ γεννηθέντος ἐξ αὐτῆς, κατὰ τὸ ἀκόλουθον ὁμο λογεῖν βιασθῶμεν. Ἵνα δὲ μὴ δόξω λοιδορίαις κε ναῖς ταῦτα τοῦ ἀνδρὸς κατηγορεῖν, αὐτὸν ἐκεῖνον οἷς εἶπε τῆς οἰκείας ἀσεβείας ποιήσομαι μάρτυρα. Τῶν γὰρ ἀποστολικῶν διδαγμάτων, καὶ παντὸς ἁγίου μνήμην τῆς ἑαυτοῦ διανοίας ὑπερορίσας, ἐν τῇ τῶν ὀρθοδόξων Ἐκκλησίᾳ πολλὰς τοιαύτας ἐξεβόησε φωνάς· Οὐκ ἔτεκεν, ὦ βέλτιστε, Μαρία Θεὸν, ἀλλ' ἔτεκεν ἄνθρωπον Θεότητος ὄργανον. Καὶ ἐν ἑτέροις δὲ πάλιν φληνάφοις· Ἀνέγκλητος Ἕλλην μητέρα θεοῖς ἐπεισάγων. Ταῦτα μὲν ὡς ἀπὸ πολλῶν ὀλίγα μοι τῶν ἐκείνου τέως εἰρήσθω, πρὸς τὰ ἑξῆς ἐπει γομένου τοῦ λόγου. Ὅθεν ἐπειδὴ θανάτῳ ἐξαι σίῳ ἀπολοῦνται παράνομοι, τῆς τε ἀρχιερωσύνης διὰ τῶν ἐν τῇ Ἐφέσῳ συναθροισθέντων ἁγίων ὑπὸ τῆς θείας ἐξεβάλετο ψήφου, καὶ βασιλικῷ νεύματι τὴν Ὄασιν καταδικασθεὶς οἰκεῖν, τῆς μελλού σης τῶν ἀσεβῶν κολάσεως ἐντεῦθεν ἐδέξατο τὰ προοίμια, παρανάλωμα τῆς οἰκείας φρενοβλαβείας γενό μενος, καὶ ἐφ' ἑαυτῷ πληρώσας τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, ὅτι "Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν." Ἀλλὰ ταῦτα μὲν, ὡς καὶ ἄλλοις πολλοῖς ἐξητασμένα, παραδρα μεῖν ἀναγκαῖον, ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν τῆς ἱστορίας. ΙΓʹ. - Περὶ Εὐτύχεος. Ἐσχάτην δὲ πάντων τὴν δυσώνυμον τῶν Εὐτυχια νῶν ὁ βάσκανος δαίμων εἰσήγαγεν αἵρεσιν, δι' ἧς τὰς κατὰ τὴν οἰκουμένην ἐκύκησεν Ἐκκλη 83.437 σίας· καὶ ὄργανον εὑρὼν τῆς οἰκείας δεκτικὸν πονηρίας τὸν δείλαιον Εὐτύχη, τὴν πρόπαλαι μαραν θεῖσαν αἵρεσιν Βαλεντίνου πάλιν ἀνθῆσαι πεποίηκεν. Ἄρειος μὲν γὰρ μόνον τοῦ