35
Ἀγάπῃ τὰς εὐεργεσίας ὁ προ φήτης ἀμείβεται· ταύτην γὰρ μόνην τῷ Θεῷ τὸν εὖ πεπονθότα δυνατὸν ἀντιδοῦναι· ταύτην καὶ τῆς νομοθεσίας ἀρχόμενος ἐνομοθέτησεν ὁ Θεός. "Ἀγα πήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου." Ἀλλ' ἕπεται τῇ ἀγάπῃ τοῦ ἀγα πωμένου ἡ θεραπεία. "Ἡ γὰρ ἀγάπη πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει." Ὑπισχνεῖται δὲ ὁ μακά ριος ∆αβὶδ τὸν Θεὸν ἀγαπήσειν, οὐχ ὡς οὐδέπω τοῦτο τέλεον κατορθώσας· ἀλλὰ κόρον λαβεῖν τῆς ἀγάπης οὐκ ἀνεχόμενος· εἶτα τὰς εὐεργεσίας θείας ποιεῖ ται προσηγορίας, καὶ τὸν κατάλογον ὧν ἔτυχεν ἀγαθῶν κατάλογον ὀνομάτων ἐργάζεται· καὶ καλεῖ τὸν Θεὸν ἰσχὺν, ὡς ταύτης μεταλαχών· στερέωμα, ὡς στερεὸς κατὰ τῶν πολεμίων γενόμενος· κατα φυγὴν, ὡς τεῖχος ἐσχηκὼς τὸν Θεὸν, καὶ περίβο λον ὀχυρόν· ῥύστην, ὡς διὰ τοῦ Θεοῦ τῶν δυσμε νῶν ἀπηλλαγμένος· βοηθὸν, ὡς ἐκεῖθεν ἐπικουρίας τυχών· ὑπερασπιστὴν, ὡς πρόμαχον ἐν καιρῷ γεγενημένον· κέρας σωτηρίας, καὶ ἀντιλήπτορα, ὡς τῇ αὐτοῦ προμηθείᾳ περισωθείς. Τὸ δὲ κέρας σωτηρίας τέθεικεν ἐκ μεταφορᾶς τῶν ζώων, τῶν τοῖς κέρασιν τοὺς πολεμίους ἀμυνομένων. [Κέ ρας δὲ λέγεται καὶ ἡ βασιλεία, "Καὶ δώσει γὰρ ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν· καὶ ὑψώσει κέρας Χριστοῦ αὑτοῦ·" ἀντὶ τοῦ τὴν βασιλείαν τοῦ Χριστοῦ αὑτοῦ.] δʹ. "Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον· καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι." Ἐνταῦθα διδασκό μεθα χάριν μὲν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων ἀγαθῶν, αἰτεῖν δὲ πάλιν τὰ ἐνδέοντα· τοῦτο γὰρ, φησὶ, ποιῶν, κρείττων ἔσομαι τῶν δυσμενῶν. Εἶτα διηγεῖται τὰς παντοδαπὰς τῶν πολεμίων ἐπαναστά σεις. εʹ, ʹ. "Περιέσχον με ὠδῖνες θανάτου· καὶ χεί μαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περι εκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου." Ὠδῖνας θανάτου καὶ ᾅδου καλεῖ τοὺς θανατηφόρους κινδύνους. Καθάπερ γὰρ αἱ ὠδῖνες παρ' αὐτὸν γίνονται τὸν τόκον, οὕτως οἱ μέγιστοι κίνδυνοι τῷ θανάτῳ πελάζουσι· χειμάῤῥους δὲ ἀνομίας τὰς ἀδίκους καὶ ἀθρόας τῶν ἐχθρῶν προσβολάς· καθά περ γὰρ ὁ χειμαῤῥους, τὰς τῶν ὑδάτων συῤῥοίας ἐντεῦθεν κἀκεῖθεν φερομένας δεχόμενος, ἐξαπιναίως προσβάλλει· οὕτω καὶ ὁ Σαοὺλ, καὶ οἱ ἄλλοι πολέ μιοι, ταῖς ἐφόδοις ἐχρῶντο. Παγίδας δὲ θανάτου, 80.976 τὰς ἐνέδρας ἐκάλεσεν· ὅπερ γὰρ τοῖς ἀλόγοις ἡ παγὶς, τοῦτο τοῖς πολεμουμένοις ὁ λόχος. Ἑκά τερα γὰρ λαθραίας βλάβης ἐστὶ μηχανήματα. ζʹ. "Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσε Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου· καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ." Ὑπὸ τοσούτων μέντοι πολιορκούμενος συμφορῶν, πάσης ἀνθρωπίνης καταφρονήσας ἐπι κουρίας, τὴν θείαν ἐπεκαλεσάμην ῥοπὴν, καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθην· παραυτίκα γάρ μου τὰς ἱκε τείας ἐδέξατο. Ναὸν δὲ ἐνταῦθα, οὐ τὸν χειροποίη τον λέγει· οὐδὲ γὰρ ᾠκοδόμητο τηνικαῦτα· ὁ Σολο μὼν γὰρ αὐτὸν ἐδείματο μετὰ ταῦτα· ἀλλὰ τὸν οὐρανὸν προσηγόρευσεν οὕτω. ηʹ, θʹ. "Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ· καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν· καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ· καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται· ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ." Ταῦτα δὲ ἅπαντα τέθεικεν, οὐχ ὡς πάν τως οὕτω γεγενημένα, ἀλλ' ὡς οὕτω τῇ πίστει νε νοημένα. Οὐ μόνον δὲ τιμωρούμενος ὁ Θεὸς, ἀλλὰ καὶ δεδιττόμενος τοὺς ἀνθρώπους, πολλάκις τοιαῦτα πεποίηκε, καὶ βρονταῖς, καὶ κτύποις, καὶ σει σμοῖς ἐκπλήττων, καὶ πυρί. Οὕτω καὶ τὸν Ἰσραὴλ δεδίξασθαι θελήσας, τὸ Σινᾶ ὄρος πυρὶ καπνιζό μενον ἔδειξε. ∆ιὰ τούτων τοίνυν καὶ ὁ παρὼν προφήτης τὴν τοῖς πολεμίοις ἐπενεχθεῖσαν τιμωρίαν ἐμήνυσε· διδάσκει δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους, μὴ τὰ ὅμοια δρᾷν, ἵνα μὴ τὰ ὅμοια πάθωσιν. ιαʹ, ιβʹ. "Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη· καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ἐπέβη ἐπὶ Χε ρουβὶμ, καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Καὶ ἔθετο σκότον ἀποκρυφὴν αὑτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ