35
ἐστι, κἂν ὁστισοῦν τυγχάνῃ, οὐκ οἶδα, εἰ μὴ ἐπαγγέλλεται τὴν διόρθωσιν· καὶ γὰρ πολλοῖς καὶ συνεχωρήσαμεν καὶ παραχωροῦμεν μέχρι μιᾶς καὶ δευτέρας ὑπομνήσεως ἢ καὶ τρίτης, τὸ δὲ πλέον ἀδιαφορία καὶ τῶν κανόνων καταφρόνησις, μᾶλλον δὲ θεοῦ, παρ' οὗ ἐδόθησαν. Αὕτη ἡμῶν ἡ ἀπολογία, δέσποτα, πρὸς τὴν ὑπερφυῆ σου ὑπεροχήν. καὶ δεόμεθα αὐτῆς, ὅπουπερ ἂν ἐπιρρυῇ λόγος, τὰ δέοντα ὡς ὑπὸ θεοῦ ἀνακρινομένη καὶ μισθαποδοτουμένη ὑποβαλεῖν· περὶ γὰρ ὅτι χειρὶ ἐποιήσαμεν ἡμεῖς ἐνταῦθά τινι, γελοῖόν ἐστι καὶ τὸ πιστεύεσθαι πρός τινος τῶν εὖ φρονούντων. οὐδαμῶς· ἀλλὰ τὸ παρ' ἡμῶν μετὰ πάσης παρακλήσεως καὶ τῶν καταδεχομένων μετὰ πάσης συγκαταθέσεως γέγονεν, καὶ τότε ἀκρωτηριασμὸς τῶν ὑπερκομώντων σχεδὸν μέχρι ζώσεως καὶ καταβλακευομένων, ἵνα δόξωμεν μικρόν τι τοῦ κανόνος μὴ ἀποπίπτειν· καὶ ἴσως ἐκ τούτου γένηταί τις πρὸς τὸ βέλτιον ἐπαναδρομή. Εὔχου τοίνυν, ὦ δέσποτα, ἐννόμως καὶ εἰρηνικῶς ἡμᾶς ζῆν, συμβάλλων καὶ τὰ παρ' ἑαυτοῦ ἐν τοῖς καθ' ἡμᾶς κατὰ τὸ δυνατόν, ἵνα, ἐάν τι ἀγαθόν, συμμεθέξει καὶ ἡ τιμία σου ψυχὴ τοῦ καλοῦ. 28 {1Βασιλείῳ μονάζοντι}1 Ἐδεξάμεθά σου τὰ γράμματα τῆς ἀδελφικῆς ἀγάπης καὶ ἐθαυμάσαμεν ἐπὶ τῇ ἀθρόᾳ μεταβολῇ αὐτῆς. τὰ μὲν πρότερα (ἵνα τὰ ἄλλα ἐάσω λέγειν), οὐκ ἀναγκαῖα ὄντα κατὰ τὸ παριστάμενον, Ἰωσὴφ τοῦ οἰκονόμου κατηγορίαν εἶχον, ὡς κακῶς εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν, τὰ δὲ δεύτερα τοὐναντίον ἀθώωσιν ἐμφαίνοντα παντάπασιν. καὶ ὁ τὸν αὐτὸν κατὰ τὸ αὐτὸ πρᾶγμα ποτὲ μὲν ἐπαινῶν ποτὲ δὲ ψέγων ὅ τι λέγει τις τῶν ἁγίων γινώσκειν ὀφείλει ἡ θεοσέβειά σου. ἀλλ' ἔστω τοῦτο εἰς μηδέν, καίπερ ὂν ἐναντιολογίας ὄφλημα. τί δὲ ὅτι οὕτως ἀκρίτως προήχθη, πρὶν ἐξεταστικῆς καὶ μαθηματικῆς πείρας, ἀποφήνασθαι κατὰ τῆς ταπεινώσεως ἡμῶν ἀποσχισμὸν τῆς καθ' ἡμᾶς ἐκκλησίας καὶ διὰ τοῦτο ἀναθεματισμόν; πρόσεχε σεαυτῷ, φησὶν ὁ λόγος, καὶ πρὶν ἐξετάσεις, μὴ μέμψῃ καὶ νόησον πρῶτον, καὶ τότε ἐπιτίμα. αὐτὴ δὲ μηδὲν τούτων παρατηρήσασα μηδὲ ὑπολογισαμένη ὅτι πρόσεστι καὶ ἡμῖν πάντως τὸ κατὰ λόγον λέγειν καὶ πράττειν οὕτως ὡς ἀπαιδεύτοις καὶ ἀλόγοις καὶ ἀρτιγεύστοις τῆς μοναδικῆς πολιτείας καὶ ἐν μαθητευομένοις τελοῦσιν ἐπετίμησας. καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐπέπληξας. καὶ εἴθε τοῦτο· ἀλλὰ καὶ ἀναθεματισμῷ παρέπεμψας. καὶ φεῦ τὰ τῶν ἀνθρώπων· πῶς οὐκ ἐπὶ πολὺ διασῴζει τοὺς τῆς φιλίας ὅρους ἀμετακινήτους; εἰ γὰρ τοῦτο ὑπῆρχεν τῇ τιμιότητί σου ἀκραιφνές, οὐκ ἂν οὕτως ἀπροόπτως τὴν εὐτέλειαν ἡμῶν κατεκερτόμει. πλὴν ἄξιοι τῶν τοιούτων, καὶ οὐ θαυμαστόν, εἰ καὶ ὑπὸ τῆς φιλίας σου προυπηλακιζόμεθα. Ἡμεῖς δὲ ὃ ἐσμέν, θεῷ μὲν πεφανερώμεθα, δίκαιον δὲ καὶ τῇ συνέσει σου, ἐπὰν προσκόπτῃ καὶ σκανδαλίζεται, ἐπιδηλῶσαι. οὐκ ἐσμὲν ἀποσχίσται, ὦ θαυμάσιε, τῆς τοῦ θεοῦ ἐκκλησίας, μήποτε τοῦτο πάθοιμεν· ἀλλ' εἰ καὶ ἄλλως ἐν πολλοῖς ἁμαρτήμασι τυγχάνομεν, ὅμως ὁμόσωμοι αὐτῆς καὶ τρόφιμοι μετὰ τῶν θείων δογμάτων καὶ τοὺς κανόνας αὐτῆς καὶ διατυπώσεις γλιχόμενοι φυλάττεσθαι. τὸ δὲ ταράττειν καὶ ἀποσχίζειν ἀπ' αὐτῆς, τῆς μηδεμίαν ἐχούσης ἀληθῶς κηλῖδα ἢ ῥυτίδα κατά τε τὸν τῆς πίστεως λόγον καὶ τὸν τῶν κανόνων ὅρον ἀπ' ἀρχῆς αἰῶνος καὶ μέχρι τοῦ δεῦρο, ἐκείνων ἐστίν, ὧν ἡ πίστις τὸ ἐνδιάστροφον ἔχει καὶ ὁ βίος τὸ ἀκανόνιστον καὶ ἄθεσμον· ὧν εἷς ἐστι καὶ ὁ Ἰωσὴφ ὁ τὸν μοιχὸν στεφανώσας οἵ τε τούτῳ ὡς ἀμέμπτῳ ἀνεχόμενοι συλλειτουργεῖν, καὶ μὴν καὶ οἱ συνιστῶντες αὐτὸν ὡς ἀθώως ἱερουργοῦντα. πῶς γὰρ κανονικῶς ἡμῖν γράφουσα ἡ εὐλάβειά σου οὐ τοὺς θείους κανόνας ἐπίσταται, ὅτι κατ' αὐτοὺς καθῃρημένος ἐστὶν ὁ ἀνήρ; εἰ γὰρ εἰ διγαμοῦντος γάμον οὐκ ἐῶσι τὸν πρεσβύτερον ἑστιαθῆναι, τί πρὸς τὸ τὸν δίγαμον στεφανῶσαι; τί δὲ τὸ εἰς μοιχικὸν γάμον ἑστιαθῆναι ὅλαις τριάκοντα ἡμέραις; τί δὲ (τὸ ὀλεθριώτερον) τὸ καὶ στεφανῶσαι μοιχὸν κατὰ τὸν λόγον τοῦ Κυρίου, τὴν ἐπὶ τῇ συναφείᾳ ἱερὰν προσευχὴν λέγοντα τὸν μοιχοζεύκτην καὶ προσκαλούμενον τὴν