1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

35

καὶ ὕβρισαν τὸν βασιλέα καὶ τὸν ἔπαρχον ἐφόνευσαν. τοῦ δὲ βασιλέως μακροθυμήσαντος πρὸς βραχὺ καὶ τὸν λαὸν κατασιγήσαντος, ἱππικὸν γενέσθαι ἐκέλευσεν· καὶ συναχθέντων τῶν λαῶν καὶ τῶν δήμων εἰς τὴν τοῦ ἱππικοῦ θέαν, ἐκέλευσε τὸν στρατὸν τοξεῦσαι αὐτούς· καὶ ἀπέθανον τοῦ λαοῦ χιλιάδες δεκαπέντε. ἐλθόντος δὲ αὐτοῦ ἐν Μεδιολάνῳ, Ἀμβρόσιος ὁ ἐπίσκοπος ἐκώλυσεν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. ἐν δὲ τῇ τοῦ σωτῆρος γενεθλίῳ ἑορτῇ Ῥουφίνῳ μαγίστρῳ εἰς παράκλησιν ἐλθόντι δεινῶς ἐπέπληξεν 73 Ἀμβρόσιος. νόμον δὲ ἐκθεμένου Θεοδοσίου τοῖς καταδικαζομένοις θανάτῳ ἢ δημεύσει προθεσμίαν λʹ ἡμερῶν εἰς διάσκεψιν δίδοσθαι ἐξ ἐπιτροπῆς Ἀμβροσίου, τότε προσεδέξατο αὐτὸν εἰς τὴν ἐκκλησίαν ἔξωθεν τοῦ θυσιαστηρίου, καὶ οὐ κατὰ τὴν προτέραν συνήθειαν ἔσω· ὅθεν καὶ μέχρι νῦν καλῶς ἐκράτησε τὸ ἔθος ἔξω τοῦ θυσιαστηρίου τοὺς βασιλεῖς ἵστασθαι μετὰ τοῦ λαοῦ. Τῷ δ' αὐτῷ ἔτει τοῦ Νείλου ποταμοῦ κατὰ τὸ ἔθος μὴ ἀνελθόντος, ἔχαιρον οἱ Ἕλληνες λέγοντες αἴτιον εἶναι τούτου τὸ κωλυθῆναι θύειν τοῖς θεοῖς αὐτῶν. ὅπερ μαθὼν ὁ εὐσεβὴς βασιλεὺς ἀπεκρίθη· "μὴ γένοιτό ποτε ποταμὸν θυσίαις χαίροντα ἐπὶ τὴν γῆν πλημμυρῆσαι." ὁ δὲ θεὸς τοῦτο ἀποδεξάμενος ἐπὶ τοσοῦτον εὐλόγησε τὴν ἀνάβασιν τοῦ ποταμοῦ, ὥστε πάντας τοὺς κατ' Αἴγυπτον φοβηθῆναι, μὴ καὶ αὐτὴν Ἀλεξάνδρειαν κατακλύσῃ ἡ τοῦ ὕδατος πλημμύρα. Κόσμου ἔτη εωπεʹ. Τῆς θείας σαρκώσεως ἔτη τπεʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ. ιεʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη ιαʹ. ιαʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. ιγʹ. Κωνσταντ. ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. κζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. καʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος, ὁ εὐσεβὴς βασιλεύς, Εὐγενίῳ κραταιῶς μαχησάμενος ἐν ταῖς Ἀλπίσι πύλαις ζῶντά τε συλλαβὼν αὐτὸν ἀνεῖλεν. Ἀργαβάστης δὲ διαδρὰς ἑαυτὸν διεχειρίσατο. Τῷ δ' αὐτῷ ἔτει τὰ τῶν προφητῶν Ἀμβακοὺμ καὶ Μιχαίου λείψανα θεόθεν εὑρέθη Ζεβένῳ, τῷ ἐπισκόπῳ Ἐλευθεροπόλεως τῆς Παλαιστίνης χρηματισθέντι, ἐν δυσὶ χωρίοις τῆς περιοικίδος Ἐλευθεροπόλεως. ἐλθόντι δὲ τῷ βασιλεῖ ἐν Ῥώμῃ προσῆλθον αὐτῷ ἐπίσκοποι γνώμῃ Ἰννοκεντίου τοῦ Ῥώμης κατὰ Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. ὁ δὲ χριστιανικώτατος βασιλεὺς τὰ πρὸς εἰρήνην παραινέσας αὐτοῖς ἥνωσε διὰ ιζʹ ἐτῶν, κελεύσας ἐπισκόπους ἐκ τῆς 74 ἀνατολῆς ἐν Ῥώμῃ εἰς τοῦτο παραγενέσθαι, μεθ' ὧν καὶ Ἀκάκιος ὁ Βεροίας ἐστάλη. πολλὰ δὲ χαρίσματα δέδωκε τῇ Ῥώμῃ Θεοδόσιος, περιελὼν καὶ τὰ γινόμενα ἐν τοῖς μαγκιπίοις ἄτοπα κατὰ τῶν ἐμπιπτόντων ξένων καὶ ἀποκλειομένων ἕως γήρους ἐν τοῖς μύλωσιν, ὁμοίως δὲ καὶ τὴν τῶν μοιχευομένων γυναικῶν ὕβριν ἐν τοῖς πορνείοις, μὴ συγχωρήσας ταύτας ἔτι συγκλείεσθαι καὶ διὰ κώδωνος τὴν πρᾶξιν ἐλέγχεσθαι. ιϛʹ. ιβʹ. ιδʹ. ιʹ. κηʹ. ζʹ. κβʹ. Τούτῳ τῷ ἔτει μετὰ τὴν Εὐγενίου τοῦ τυράννου ἀναίρεσιν καὶ τὴν τῶν πραγμάτων κατάστασιν ἀπῆρεν ἀπὸ Ῥώμης ὁ εὐσεβὴς βασιλεὺς Θεοδόσιος καὶ ἤρχετο ἐπὶ Κωνσταντινούπολιν. ἐλθὼν δὲ ἐν Μεδιολάνῳ ἀρρωστήσας Ὀνώριον τὸν υἱὸν μετεστείλατο καὶ θεασάμενος αὐτὸν ῥᾷον ἔσχεν. ἱπποδρομίαν δὲ ἰδὼν μετὰ τὸ ἄριστον κακῶς διετέθη ἀθρόως, καὶ μὴ ἰσχύσας τῇ δείλῃ ἀνελθεῖν τῷ υἱῷ ἐκέλευσε ταύτην πληρῶσαι· καὶ τῇ ἐπελθούσῃ νυκτὶ ἐκοιμήθη ἐν κυρίῳ ὑπάρχων ἐτῶν ξʹ, βασιλεύσας ἔτη ιϛʹ, καταλείψας βασιλεῖς τοὺς δύο αὐτοῦ υἱούς, Ἀρκάδιον μὲν τὸν πρεσβύτερον τῆς ἑῴας, Ὀνώριον δὲ τῶν ἑσπερίων. τὸ δὲ σῶμα αὐτοῦ μετήνεγκεν Ἀρκάδιος ἐν Κωνσταντινουπόλει καὶ ἔθαψεν εἰς τοὺς ἁγίους ἀποστόλους. Ῥωμαίων βασιλεὺς Ἀρκάδιος, υἱὸς Θεοδοσίου, ἔτη ιδʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη καʹ. αʹ. αʹ. ιεʹ. ιαʹ. κθʹ. ηʹ. κγʹ. Τούτῳ τῷ ἔτει Ἀρκάδιος αὐτοκράτωρ ἀναδειχθεὶς τὸν μέγαν ἔμβολον ἄντικρυς τοῦ πραιτωρίου ἔκτισεν. Ῥώμης ἐπίσκοπος ληʹ Ἀναστάσιος ἔτη γʹ.