1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

36

ἅμα τῇ οἰκείᾳ δυ νάμει (εἵποντο γὰρ αὐτῷ οὐ μείους ἢ πεντακόσιοι ἄνδρες τῶν ὁμοφύλων) ἀμφὶ Τήλεφιν ἔτι ἐμεμενήκει, εἰρημένον αὐτῷ ὑπὸ Μαρτίνου μὴ πρότερον ἐνθένδε χωρῆσαι, πρὶν ἂν θεάσοιτο ἅπαντας τοὺς πολεμίους εἰσβεβλη κότας εἰκάσοι τε αὐτούς, ὡς ἔνεστιν, ὅσοι εἶεν, καὶ γνοίη ὅπως ἔχουσιν ὁρμῆς τε καὶ γνώμης.

21. Ὁ δὲ (ἦν γὰρ ἐς ἅπαντα δραστήριός τε καὶ θαρραλέος) καὶ δὴ κατὰ ταῦτα ἐποίει· καὶ εἶτα, ἐπειδὴ παρόντα εἶδε τὰ πλήθη τῶν Περσῶν ἐντὸς τοῦ φρουρίου ἔγνω τε αὐτοὺς οὐ μέχρι τοῦδε στησομένους, ἀλλὰ καὶ σφόδρα πολεμησείοντας, αὐτίκα ᾤχετο. 2 εὑρὼν δὲ κατὰ τὴν πορείαν πολλοὺς τῶν Ῥωμαίων οὐκ εὐθυδρομήσαντας ἐς τὰ Χυτροπώ 68 λια, ᾗπερ αὐτοῖς διετέτακτο, ἀλλ' ἐν οἰκήμασι Λαζικοῖς εἰσπηδήσαντας καὶ ἀφαιρουμένους ἔλυμόν τε καὶ ζειὰς καὶ ἄλλα ἄττα τῶν ἐδωδίμων, ἀπελαύνειν τε αὐτοὺς ἐπειρᾶτο καὶ κατεμέμφετο τῆς παρανοίας, ὡς οὐκ εἰδότας οὗπερ τυγχάνουσιν ὄντες κακοῦ. 3 ὅσοι μὲν οὖν ἦσαν αὐτῶν οὐ λίαν λίχνοι τε καὶ ἀκόλαστοι, οὗτοι δὲ μεταμαθόντες τὸ λῷον ξυνεί ποντό τε αὐτῷ καὶ βάδην ἀπεκομίζοντο. 4 πλὴν ἀλλ' οὐ γεγένηται χώρα τῷ Θεοδώρῳ σχολαίτερον διαγγεῖλαι τοῖς στρατηγοῖς τὴν ἐπήλυσιν τοῦ Μερμερόου. ἐνίων γὰρ ἔτι ἐκ τοῦ στρατοῦ τῇ ἁρπαγῇ ἐγκειμένων καὶ οὐκ ἀνιέντων ἐπιφοιτῶσιν ἀθρόον οἱ Πέρσαι· καὶ ὀλί γους μὲν αὐτῶν ἔκτεινον, οἱ δὲ ἄλλοι δρομαῖοι ἔφευγον, καὶ δὴ ἐξαπι ναίως ἐσπίπτουσιν ἀνὰ τὸ στρατόπεδον ξὺν οἰμωγῇ καὶ θορύβῳ, ὡς ἅπαντας ξυνταραχθῆναι τῷ αἰφνιδίῳ καὶ πέρα τοῦ μετρίου δειμαίνοντας ἐς ὑπαγωγὴν μετανίστασθαι. 5 οἱ δὲ στρατηγοί (οὔπω γὰρ αὐτοῖς ἐς φάλαγγα ὁ στρατὸς ἐτετάχατο) δεδιότες καὶ οἵ, μὴ σφίσιν οὐ παρ εσκευασμένοις ἐπισταῖεν οἱ βάρβαροι, περιεφρόνουν μὲν τὰ πρότερον δοκηθέντα, οὐκ εἶχον δὲ ὅ τι καὶ γένοιντο· οὔτε γὰρ βουλεύσασθαι αὐτοῖς περὶ τῶν παρόντων ὁ καιρὸς ἐνεδίδου καὶ τὸ ἤδη καταπεπλῆχθαι τὰς γνώμας. 6 εὐθὺς οὖν ἄραντες ἐκ τοῦ πεδίου καὶ ἅπαντα ἐπαγόμενοι τὰ στρατεύματα ᾤχοντο ἀγεννῶς καὶ ἀκόσμως καὶ οὐ πρότερον ἐπαύ σαντο θέοντες, πρὶν ἐς τὴν Νῆσον ἱκέσθαι. 7 ἄπεστι δὲ ἡ Νῆσος ἥδε Τηλέφεως πέντε μάλιστα παρασάγγαις. τοσαύτην ἄρα οἱ γενναῖοι αὐθημερὸν πορείαν διήνυσαν, ὠκύτατα πεφευγότες. ἔστι γὰρ ὁ παρα σάγγης, ὡς μὲν Ἡροδότῳ δοκεῖ καὶ Ξενοφῶντι, τριάκοντα στάδια, ὡς δὲ νῦν Ἴβηρες καὶ Πέρσαι φασίν, ἐν ἑνὶ μόνῳ τῶν εἴκοσι πλείονα. 8 Λαζοὶ δὲ οὕτω μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν, οὐ μὴν τῷδε τῷ ὀνόματι χρῶνται, ἀλλὰ ἀναπαύλας καλοῦσι, καί, οἶμαι, εἰκότως. οἱ γὰρ παρ' αὐτοῖς ἀχθοφόροι ἕκαστον παρασάγγην περαιωθέντες τά τε φορτία τίθενται καὶ σφᾶς αὐτοὺς ἐλάχιστον ἀναπαύουσιν, ἑτέρων δήπου ἀμοιβαδὸν διαδεχομένων, καὶ καθ' ὅσον τοῦτο δρῶσιν, ἐς τοσοῦτον τὰς ὁδοὺς δια μετροῦνται καὶ κατατέμνουσιν. 9 εἴτε δὴ οὖν οὕτως εἴτε ἐκείνως τὸν παρασάγγην κλητέον, πεντήκοντά γε καὶ ἑκατὸν σταδίοις ἐκ τοῦ φρου 69 ρίου ἡ Νῆσος διείργεται. ἔστι δὲ τὸ χωρίον ἐπιεικῶς ἐχυρὸν καὶ οὐκ εὐέφοδον, ταῖς τῶν ποταμῶν περιβαλλόμενον δίναις. 10 ὅ τε γὰρ Φᾶσις καὶ ὁ ∆οκωνός, ἐκ τοῦ Καυκάσου διακριδὸν καταρρέοντε καὶ πολλῷ τὰ πρῶτα διεστηκότε, ἐνταῦθα τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης ἠρέμα πλησιάζετον ἀλλήλοιν καὶ οὐκέτι ἄπωθεν φέρεσθον, ὥστε ἀμέλει τῶν Ῥωμαίων διώρυχά τινα μηχανησαμένων καὶ ἐκ τοῦ Φάσιδος ἐκροὴν εἰς τὸν ∆οκωνὸν μετοχετευσάντων τούτῳ δὴ τῷ τρόπῳ ἐς τὰ πρὸς τῆς ἕω τετραμμένα τῆς Νήσου ἡνῶσθαι ἄμφω τὼ ποταμὼ καὶ ξυνειλῆφθαι τὸν χῶρον. 11 ἐντεῦθεν δὲ αὖθις καμπάς τε καὶ περιελιγμοὺς ποιου μένω οὐκ ἐλάχιστόν τι χρῆμα τοῦ πεδίου εἴσω ἀπολαμβάνετον. προϊόντε δὲ ἀνὰ τὰ πρόσω ἐς δυόμενον τὸν ἥλιον ξυμβάλλετον αὐτομάτως καὶ ἀναμίγνυσθον τελεώτατα, ὡς ταύτῃ γε ἅπαν τὸ μεταξὺ νῆσον ἐς τὸ ἀκριβὲς ἐκτελεῖσθαι. ἐνταῦθα μὲν οὖν οἱ Ῥωμαῖοι ἐτύγχανον ξυνειλεγ μένοι.