1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

36

χρῶνται, ἀλλὰ ἀναπαύλας καλοῦσι, καί, οἶμαι, εἰκότως. οἱ γὰρ παρ' αὐτοῖς ἀχθοφόροι ἕκαστον παρασάγγην περαιωθέντες τά τε φορτία τίθενται καὶ σφᾶς αὐτοὺς ἐλάχιστον ἀναπαύουσιν, ἑτέρων δήπου ἀμοιβαδὸν διαδεχομένων, καὶ καθ' ὅσον τοῦτο δρῶσιν, ἐς τοσοῦτον τὰς ὁδοὺς δια μετροῦνται καὶ κατατέμνουσιν. 9 εἴτε δὴ οὖν οὕτως εἴτε ἐκείνως τὸν παρασάγγην κλητέον, πεντήκοντά γε καὶ ἑκατὸν σταδίοις ἐκ τοῦ φρου 69 ρίου ἡ Νῆσος διείργεται. ἔστι δὲ τὸ χωρίον ἐπιεικῶς ἐχυρὸν καὶ οὐκ εὐέφοδον, ταῖς τῶν ποταμῶν περιβαλλόμενον δίναις. 10 ὅ τε γὰρ Φᾶσις καὶ ὁ ∆οκωνός, ἐκ τοῦ Καυκάσου διακριδὸν καταρρέοντε καὶ πολλῷ τὰ πρῶτα διεστηκότε, ἐνταῦθα τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης ἠρέμα πλησιάζετον ἀλλήλοιν καὶ οὐκέτι ἄπωθεν φέρεσθον, ὥστε ἀμέλει τῶν Ῥωμαίων διώρυχά τινα μηχανησαμένων καὶ ἐκ τοῦ Φάσιδος ἐκροὴν εἰς τὸν ∆οκωνὸν μετοχετευσάντων τούτῳ δὴ τῷ τρόπῳ ἐς τὰ πρὸς τῆς ἕω τετραμμένα τῆς Νήσου ἡνῶσθαι ἄμφω τὼ ποταμὼ καὶ ξυνειλῆφθαι τὸν χῶρον. 11 ἐντεῦθεν δὲ αὖθις καμπάς τε καὶ περιελιγμοὺς ποιου μένω οὐκ ἐλάχιστόν τι χρῆμα τοῦ πεδίου εἴσω ἀπολαμβάνετον. προϊόντε δὲ ἀνὰ τὰ πρόσω ἐς δυόμενον τὸν ἥλιον ξυμβάλλετον αὐτομάτως καὶ ἀναμίγνυσθον τελεώτατα, ὡς ταύτῃ γε ἅπαν τὸ μεταξὺ νῆσον ἐς τὸ ἀκριβὲς ἐκτελεῖσθαι. ἐνταῦθα μὲν οὖν οἱ Ῥωμαῖοι ἐτύγχανον ξυνειλεγ μένοι. 22. Ὁ δὲ Μερμερόης ἐς τὰ Χυτροπώλια παραγενόμενος καὶ πολλὰ τῆς ἀνανδρίας ἐπιτωθάσας τοὺς οὐκ ἀΐοντας καὶ λοιδορησάμενος ἔγνω μὴ περαιτέρω ἰέναι μηδὲ τῇ Νήσῳ προσβάλλειν. οὔτε γὰρ τὰ ἐπιτήδεια ἐκπορίζεσθαι τοσούτῳ στρατῷ ἐν μέσῃ τῇ πολεμίᾳ οἷός τε ἦν οὔτε ἄλλως παρεσκεύαστο ἐς πολιορκίαν. 2 τοιγάρτοι ἀποπορευτέα μὲν αὖθις αὐτῷ ἐπὶ Τήλεφίν τε καὶ τὴν ἐκείνῃ δυσχωρίαν οὐ μάλα ἐδόκει, ξύλοις δὲ καὶ ἀκάτοις, αἳ δὴ ἐς τοῦτο ἐπεποίηντο, ζεύξας τὰς τοῦ Φάσιδος ὄχθας καὶ οἷον γέφυραν τεκτηνάμενος διεβίβασεν ἀδεῶς ἅπαν τὸ στράτευμα, οὐδενὸς ἐνοχλοῦντος. 3 καὶ δὴ τοὺς εἰς Ὀνόγουριν Πέρσας ἱδρυμένους τὸ φρούριον, ὃ δὴ πρότερον αὐτὸς ἐν τῇ Ἀρχαιοπόλεως περιοικίδι ἐπιτείχισμα κατὰ τῶν Ῥωμαίων κατεστήσατο, ἀλλὰ τούτους γε τοὺς Πέρσας ἐπιθαρσύνας καὶ ἑτέραν δύναμιν ἐμβαλὼν καὶ ἅπαντα τὰ τῇδε, ὡς ἐνῆν, κρατυνάμενος πάλιν ἔς τε Κοτάϊσιν καὶ Μουχείρισιν ἐπανῆκεν. 4 αὐτίκα δὲ νόσῳ τινὶ πεπιεσμένος καὶ διατεθεὶς χαλεπώτατα τὸ μὲν πλεῖστον τοῦ στρατοῦ καὶ ἀλκιμώτατον αὐτοῦ καταλέλοιπεν διαφυ λάξοντας τὰ οἰκεῖα, αὐτὸς δὲ ἐς Ἰβηρίαν τὴν χώραν μετῆλθεν. 5 καὶ τοίνυν ἐς πόλιν Μεσχιθὰ οὕτω καλουμένην μόλις ἠγμένος καὶ οὐκ ἐνεγκὼν 70 τὸ πάθος, τότε δὴ τέθνηκεν ὡς ἀληθῶς ὁ Μερμερόης, ἀνὴρ ἐν τοῖς μάλιστα παρὰ Πέρσαις γεγενημένος καὶ δεινὸς μὲν ἐς εὐβουλίαν, ἄριστος δὲ τὰ πολέμια καὶ σφόδρα τὴν ψυχὴν ἀνδρειότατος· ὃς δὴ γηραιὸς ὢν ἤδη καὶ ἐκ πλείστου ἄμφω τὼ πόδε πεπηρωμένος καὶ οἷος μηδὲ ἐφ' ἵππου ὀχεῖσθαι, ὅμως ἐμόχθει ὥσπερ τις νεανίας ῥωμαλεώτατος καὶ οὐκ ἀπη γόρευε πρὸς τοὺς πόνους, ἀλλὰ φοράδην ἐς τὰς παρατάξεις ἐφοίτα· καὶ ταύτῃ τοὺς μὲν ἐναντίους κατέπληττε, τοῖς δὲ οἰκείοις παραινῶν καὶ ἐγκελευόμενος καὶ τὰ πρακτέα ὀρθῶς διατάττων πολλὰς ἀνεδήσατο νίκας. οὕτως ἄρα τὸ στρατηγεῖν οὐ σώματος ῥώμῃ, μᾶλλον μὲν οὖν φρονήσει δοτέον. 6 τότε δὴ τὸ σῶμα τοῦ Μερμερόου οἱ ἀμφ' αὐτὸν ἀνελόμενοι καὶ ἐκτός που τοῦ ἄστεος ἀποκομίσαντες, οὕτω δὴ ἔρημόν τε καὶ ἀκάλυπτον κατὰ τὸν πάτριον ἔθεντο νόμον, κυσί τε ἅμα καὶ τῶν ὀρνέων τοῖς ὅσα μιαρὰ καὶ νεκροβόρα, παρανάλωμα γενησόμενον. 23. Ὧδε γὰρ τὰ ἐς τὴν ταφὴν οἱ Πέρσαι νομίζουσι, ταύτῃ τε τῶν σαρ κῶν ἀφαιρουμένων γυμνὰ δὴ τὰ ὀστᾶ πύθεται σποράδην ἀνὰ τὰ πεδία περιερριμμένα. θήκῃ γάρ τινι ἐμβαλεῖν ἢ λάρνακι τοὺς τεθνεῶτας ἢ καὶ τῇ γῇ καταχωννύναι ἥκιστα θέμις αὐτοῖς. 2 ἐφ' ὅτῳ δὲ ἂν σώματι μὴ θᾶττον καταπταῖεν οἱ ὄρνεις ἢ οἱ κύνες οὐκ αὐτίκα ἐπιφοιτῶντες διασπα ράξαιεν,