1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

36

Παύλου καὶ Πέτρου καὶ Ὀλυμπίου, ἀπὸ δὲ Μαρεώτου Ἀμμωνίου καὶ Πιστοῦ καὶ ∆ημητρίου καὶ Γαίου.

65.1 Ταῦτα γράψαντος καὶ Ἰσχύρα ὅμως πάλιν τὴν τοιαύτην κατηγορίαν θρυλοῦσι μὲν πανταχοῦ, ἀναφέρουσι δὲ καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ. κἀκεῖνος περὶ μὲν τοῦ ποτη ρίου φθάσας ἦν ἀκούσας αὐτὸς ἐν τῇ Ψαμαθίᾳ παρόντων ἡμῶν καὶ καταγνοὺς τῆς συκο φαντίας τῶν ἐχθρῶν, γράφει δὲ εἰς τὴν Ἀντιόχειαν ∆αλματίῳ τῷ κήνσωρι ἀκοῦσαι περὶ 65.2 τῆς τοῦ φόνου δίκης. ὁ τοίνυν κήνσωρ ἐπιστέλλει μοι παρασκευάσασθαι πρὸς ἀπο λογίαν τοῦ ἐγκλήματος. ἐγὼ δὲ δεξάμενος τὰ τοιαῦτα γράμματα, καίτοι τὴν ἀρχὴν μηδὲ προσποιούμενος διὰ τὸ εἰδέναι μηδὲν αὐτοὺς λέγειν ἀληθές, ὅμως, ἐπειδὴ βασιλεὺς κεκί νητο, γράφω τοῖς συλλειτουργοῖς εἰς Αἴγυπτον καὶ πέμπω διάκονον βουλόμενος μαθεῖν 65.3 περὶ Ἀρσενίου· οὐ γὰρ ἑωράκειν τὸν ἄνθρωπον ἔτεσί που πέντε ἢ ἕξ. καὶ τί γάρ; ἵνα μὴ τελείως τὰ τούτων λέγω, ἐγνώσθη κρυπτόμενος ὁ Ἀρσένιος τὴν μὲν ἀρχὴν ἐν Αἰγύπτῳ, λοιπὸν δὲ καὶ ἐν Τύρῳ πάλιν κρυπτόμενον αὐτὸν εὗρον οἱ ἡμέτεροι. καὶ τό γε θαυμαστὸν οὐδὲ εὑρεθεὶς ὡμολόγει αὐτὸς εἶναι Ἀρσένιος, ἕως ἐν δικαστηρίῳ ἐπὶ Παύλου τοῦ τηνικαῦτα ἐπισκόπου τῆς Τύρου ἠλέγχθη καὶ καταισχυνθεὶς λοιπὸν οὐκ ἠρνήσατο. τοῦτο δὲ ἐποίει φυλάττων τὴν πρὸς τοὺς περὶ Εὐσέβιον συνθήκην, ἵνα μὴ ὡς εὑρεθέντος 65.4 λοιπὸν ἐκείνων τὸ δρᾶμα διαλυθῇ, ὅπερ καὶ γέγονε. γράψαντος γάρ μου τῷ βασιλεῖ ὅτι Ἀρσένιος εὑρέθη, καὶ ὑπομνήσαντος αὐτὸν περὶ ὧν ἤκουσεν ἐν τῇ Ψαμαθίᾳ Μακαρίου τοῦ πρεσβυτέρου χάριν, ἔπαυσε μὲν τὸ δικαστήριον τοῦ κήνσωρος, ἔγραψε δὲ κατα γινώσκων τὴν συκοφαντίαν τῶν καθ' ἡμῶν γενομένων καὶ τοὺς περὶ Εὐσέβιον ἐρχομένους 65.5 εἰς τὴν Ἀνατολὴν καθ' ἡμῶν ἐκέλευσεν ὑποστρέψαι. ὅτι μὲν οὖν κατηγόρησαν ὡς ἀναιρεθέντος Ἀρσενίου, ἵνα μὴ ταῖς παρὰ τῶν πολλῶν γραφείσαις ἐπιστολαῖς χρήσωμαι, ἀρκεῖ μόνον τὴν Ἀλεξάνδρου τοῦ ἐπισκόπου Θεσσαλονίκης παραθέσθαι· ἀπὸ γὰρ ταύτης καὶ τὰς τῶν ἄλλων γνῶναι δυνατόν. ἐκεῖνος τοίνυν εἰδὼς ὅσα μὲν ἐθρύλησε καθ' ἡμῶν Ἀρχὰφ ὁ καὶ Ἰωάννης περὶ φόνου, καὶ μαθὼν ὅτι ζῇ Ἀρσένιος, γράφει ταῦτα·

66.1 Κυρίῳ ἀγαπητῷ υἱῷ καὶ ὁμοψύχῳ συλλειτουργῷ Ἀθανασίῳ Ἀλέξανδρος ἐπίσκοπος ἐν κυρίῳ χαίρειν. Συγχαίρω τῷ βελτίστῳ Σαραπίωνι οὕτως ἱεροῖς ἑαυτὸν ἤθεσι κοσμεῖν ἀγωνιζο μένῳ καὶ τήν [τε] τοῦ πατρὸς μνήμην ἐγκωμιαστικώτερον ἐπαύξοντι. «ἐτελεύτησε γάρ», ὥς που ἡ ἱερά φησι γραφή, «ὁ πατὴρ αὐτοῦ καὶ ὡς οὐκ ἀπέθανε», κατέλιπε γὰρ τῷ βίῳ μνη 66.2 μόσυνον. ὅπως μὲν οὖν διεκείμεθα περὶ τὸν μνήμης ἄξιον Σώζοντα, οὐδ' αὐτὸς ἀγνοεῖς, δέσποτα, τὴν περὶ ἐκεῖνον ἱερὰν μνήμην καὶ τὴν προσοῦσαν τῷ νεωτέρῳ ἐπιείκειαν. μίαν μόνην τὴν διὰ τοῦ νεωτέρου τούτου ἐδεξάμην παρὰ τῆς σεμνότητός σου ἐπιστολήν. 66.3 ἐδήλωσα οὖν σοι αὐτὸ τοῦτο, ἵν' εἰδέναι ἔχοις, δέσποτα. ὁ ἀγαπητὸς ἡμῶν καὶ συνδιάκονος Μακάριος εὔφρανέ με ἀπὸ τῆς Κωνσταντινουπόλεως γράψας, ὅπως Ἀρχὰφ ὁ συκοφάντης ἠσχημόνησε τὸν ζῶντα ὡς φονευθέντα παρὰ πᾶσι κηρύξας. ὅτι γὰρ τὴν ἐπὶ τοῖς τολμηθεῖσιν αὐτῷ ἀξίαν εἴσπραξιν κομιεῖται παρὰ τοῦ δικαίου κριτοῦ μετὰ τοῦ ὁμοτρόπου στίφους, αἱ ἀψευδεῖς ἀναφωνοῦσι γραφαί. ὁ τῶν ὅλων διατηροίη σε ἐπὶ μήκιστον δεσπότης, κύριε πάντων χάριν χρηστότατε.

67.1 Ὅτι δὲ ἐκρύπτετο Ἀρσένιος διὰ τοῦτο, ἵνα θάνατον οὗτοι πλάσωνται, τοῦτο μαρτυροῦσιν οἱ σὺν αὐτῷ διατρίψαντες· ζητοῦντες γὰρ αὐτὸν εὕρομεν τοῦτον, καὶ ἔργαψε ὁ Πίννης πρὸς Ἰωάννην τὸν ὑποκρινόμενον τὴν τοιαύτην συκοφαντίαν ταῦτα· 67.2ν Τῷ ἀγαπητῷ ἀδελφῷ Ἰωάννῃ Πίννης πρεσβύτερος μονῆς Πτεμενκύρκεως τοῦ Ἀντεοπολίτου νομοῦ χαίρειν. Γινώσκειν σε θέλω ὅτι ἀπέστειλεν Ἀθανάσιος εἰς τὴν Θηβαίδα διάκονον ἑαυτοῦ ἐρευνῆσαι πάντα ἕνεκεν Ἀρσενίου. καὶ πρῶτον μὲν εὑρεθέντες Πεκύσιος πρεσβύτερος καὶ Σιλβανὸς ὁ ἀδελφὸς Ἠλία καὶ