ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Ὅτι καὶ ἐπὶ δήγματος ὄφεων σωτη ρία τοῦ λαοῦ δι' ὄφεως χαλκοῦ ἐσταυρωμένου· τοὺς δὲ ἐχθροὺς αὐτῶν δι' ἀκρίδων καὶ μυῶν ἀπέκτεινεν. Ὅτι ἀγγέλων τροφὴν ἐψώμισε τὸν λαὸν πρὸς πᾶσαν ἡδονὴν ἰσχύουσαν, καὶ πρὸς πᾶσαν ἁρμονίας γεῦσιν. Ὅτι χάλαζαν Αἰγυπτίοις μετὰ πυρὸς ἔπεμψε πρὸς δια φθορὰν γεννημάτων. Ὅτι τοῖς Αἰγυπτίοις ἔπεμψε ψηλαφητὸν σκότος, καὶ τὰ ἐν αὐτῷ κακά· τοῖς δὲ ὁσίοις αὐτοῦ φῶς ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ στῦλον πυρός. Καὶ ἀντὶ μὲν θανάτου νηπίων Ἰσραὴλ τῶν Αἰγυπτίων πρωτοτόκων θάνατος καὶ καταποντισμός· ἀντὶ δὲ θανάτου πρωτοτόκων, σωτηρία Ἰσραὴλ δι' αἵματος προβάτου. Καὶ ἐπὶ μὲν θανάτῳ δικαίων ἐν ἐρήμῳ Ἀαρὼν ἐξιλάσατο, Κυρίῳ προσευξάμενος, καὶ θυμιάσας· ἐπὶ δὲ θανάτῳ Αἰγυπτίων ἐν Ἐρυθρᾷ θαλάσσῃ ἀνελεήμων θυμός· τοῦ δὲ λαοῦ παράδοξος ὁδοιπορία. Ὅτι διὰ μισοξενίαν ἔπαθον ταῦτα οἱ Αἰγύπτιοι, ὡς καὶ οἱ Σοδομῖται. Ὅτι τὰ στοιχεῖα ὑπόκειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κιθαρίζοντι· ἐν οἷς καὶ ἡ πᾶσα δύναμις τῆς Σοφίας Σολομῶντος τῆς λεγομένης Παναρέτου. Βιβλίον Σοφίας Ἰησοῦ υἱοῦ Σηράχ. Ἰησοῦς οὗτος Σηρὰχ μὲν ἦν υἱὸς, ἔγγονος δὲ 28.377 Ἰησοῦ ὁμωνύμως αὐτῷ. Οὗτος οὖν ἐν χρόνοις γέγονε κάτω μετὰ τὴν αἰχμαλωσίαν, καὶ ἀνάκλησιν, καὶ μετὰ τοὺς προφήτας ἅπαντας. Ὁ οὖν πάππος αὐτοῦ Ἰησοῦς, καθὰ αὐτὸς μαρτυρεῖ, φιλόπονός τε γέγονεν ὁ ἀνὴρ καὶ φρονιμώτατος, ὃς οὐ μόνον τὰ ἑτέρων τῶν πρὸ αὐτοῦ συνετῶν ἀνδρῶν ἀποφθέγματα συνήγαγεν, ἀλλὰ καὶ αὐτὸς ἴδιά τινα ἀπεφθέγξατο, πολλῆς σο φίας καὶ συνέσεως γέμοντα. Ἐπεὶ οὖν τὴν βίβλον ταύτην ὁ αʹ Ἰησοῦς καταλιπὼν ἐξ ἀνθρώπων ᾤχητο, Σηρὰχ ὁ υἱὸς μετ' αὐτὸν λαβὼν, πάλιν τῷ οἰ κείῳ παιδὶ κατέλιπεν Ἰησοῦ. Ὃς δὴ ταύτης λαβόμενος, εἰς ἓν ἅπασαν ἐναρμόνιον σύνταγμα ποιησάμε νος, Σοφίαν ἐπί τε τῷ αὐτοῦ, καὶ τῷ τοῦ Πατρὸς, καὶ τῷ τοῦ πάππου ὀνόματι ἐπικέκληκεν, ἐξ αὐτοῦ τοῦ τῆς σοφίας ὀνόματος ἀγαπητῶς μᾶλλον ἔχειν τὸν ἀκροατὴν πρὸς τὴν αὐτὴν τῆς βίβλου μελέτην ἐπι σπώμενος. Λόγους οὖν φρονήσεως, αἰνίγματά τε καὶ παραβολὰς περιέχει, καὶ μερικάς τινας παλαιὰς θεο φιλεῖς ἱστορίας, περί τε ἀνδρῶν εὐαρεστησάντων τῷ Θεῷ, καὶ εὐχὴν καὶ ὕμνον αὐτῶν. Ἔτι δὲ ὧν ὁ Θεὸς εὐεργεσιῶν ἠξίωσε τὸν λαὸν αὐτοῦ, καὶ ὧν ἔπλησε κακῶν τοὺς ἐχθροὺς αὐτῶν. Ὀπαδὸς τοίνυν τοῦ Σο λομῶντος οὗτος ὁ Ἰησοῦς γεγονὼς, οὐδὲν ἧττον ἐκεί νου περὶ τὴν σοφίαν καὶ παιδείαν ἠρίστευσε, πολυ μαθὴς ἀληθῶς καὶ ὢν καὶ καλούμενος. Ἀλλὰ περι οχὴν μὲν, ὡς ἄν τις εἴποι, ταύτην ἔχει τὸ βιβλίον. Τὴν δὲ ἀνακεφαλαίωσιν ἰστέον οὕτως. Ἐν προοιμίοις μὲν περὶ πάσης σοφίας Κυρίου διηγεῖται· ἔπειτα περὶ θυμοῦ, καὶ φόβου, καὶ ἀφοβίας· περὶ ἐπιστή μης σοφίας· περὶ θεοφοβίας, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ· περὶ πειρασμῶν καὶ ὑπομονῆς· περὶ δειλίας καὶ ἐκλύσεως· περὶ ἀγάπης Κυρίου· περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς· περὶ πρᾳό τητος καὶ ἐπιεικείας ταπεινοῦ· περὶ προπετοῦς καὶ ἀνυποτάκτου ζητήσεως τῶν μὴ προστεταγμένων· περὶ σκληροκαρδίου καὶ ὑπερηφάνου, περὶ συνετοῦ καὶ εὐμαθοῦς, καὶ ἐλεήμονος καὶ ὀρφανῶν προ στάτου· πρὸς φίλον ὑποτακτικὸν καὶ ἐπιεικῆ· περὶ ἀνυψώσεως υἱῶν τῆς σοφίας· περὶ ἀνυποταξίας πονηρῶν· καὶ περὶ αἰσχύνης βλαβερᾶς καὶ ἐπωφελοῦς· μὴ πρὸ τῶν ἔργων τοὺς λόγους, μηδὲ ἐθελοδιδάσκα λος γίνου. Περὶ τοῦ μὴ δεῖν δεδέσθαι πόθῳ χρημά των, μηδὲ οἴεσθαι ἀτιμωρητὶ ἁμαρτάνειν, κἂν παρ αυτίκα μὴ δῶμεν τὴν τιμωρίαν· μακρόθυμος γάρ ἐστιν ὁ Θεός·
36