εὐπρόσωπος ἐρρύη τῶν δείπνων προσηγορία, ἀπὸ τῶν φαρύγων καὶ φοιτητῆς μανίας ἐπὶ δεῖπνον κατὰ τὸν κωμικόν. Ἔστι γὰρ ὡς ἀληθῶς τὰ πολλὰ τοῖς πολλοῖς τοῦ δείπνου χάριν. Οὐ γάρ που μεμαθήκασι τὸν θεὸν παρασκευάσαι τῷ δημιουργήματι, τῷ ἀνθρώπῳ λέγω, σῖτα καὶ ποτὰ τοῦ σῴζεσθαι 2.1.5.2 χάριν, οὐχὶ δὲ τοῦ ἥδεσθαι· ἐπεὶ μηδὲ ὠφελεῖσθαι πέφυκεν τὰ σώματα ἐκ τῆς πολυτελείας τῶν βρωμάτων· πᾶν γὰρ τοὐναντίον οἱ ταῖς εὐτελεστάταις χρώμενοι τροφαῖς ἰσχυρότεροί εἰσι καὶ ὑγεινότεροι καὶ γενναιότεροι, ὡς οἰκέται δεσποτῶν καὶ γεωργοὶ κτητόρων· καὶ οὐ μόνον ῥωμαλεώτεροι, ἀλλὰ καὶ φρονιμώτεροι, ὡς φιλόσοφοι πλουσίων· οὐ γὰρ ἐπέχωσαν τὸν νοῦν ταῖς τροφαῖς οὐδὲ ἠπάτησαν 2.1.5.3 αὐτὸν ἡδοναῖς. Ἀγάπη δὲ τῷ ὄντι ἐπουράνιός ἐστι τροφή, ἑστίασις λογική· Πάντα στέγει, πάντα ὑπομένει, πάντα ἐλπίζει· ἡ ἀγάπη οὐδέποτε πίπτει. Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ 2.1.5.4 τοῦ θεοῦ. Χαλεπώτατον δὲ πάντων πτωμάτων τὴν ἄπτωτον ἀγάπην ἄνωθεν ἐξ οὐρανῶν ἐπὶ τοὺς ζωμοὺς ῥίπτεσθαι χαμαί. Κᾷτ' οἴει με δεῖπνον ἡγεῖσθαι τὸ καταργούμενον; Ἐὰν γάρ, φησί, διαδῶ τὰ ὑπάρχοντά μου, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. 2.1.6.1 Ταύτης ὅλος ἀπήρτηται τῆς ἀγάπης ὁ νόμος καὶ ὁ λόγος· κἂν ἀγαπήσῃς κύριον τὸν θεόν σου καὶ τὸν πλησίον σου, ἐν οὐρανοῖς ἐστιν αὕτη ἡ ἐπουράνιος εὐωχία, ἡ δὲ ἐπίγειος δεῖπνον κέκληται, ὡς ἐκ τῆς γραφῆς ἀποδέδεικται, δι' ἀγάπην μὲν γινόμενον τὸ δεῖπνον, ἀλλ' οὐκ ἀγάπη τὸ δεῖπνον, δεῖγμα δὲ εὐνοίας κοινωνικῆς καὶ εὐμε2.1.6.2 ταδότου. Μὴ βλασφημείσθω οὖν ἡμῶν τὸ ἀγαθόν. Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, φησὶν ὁ ἀπόστολος, ἵνα τὸ ἐφήμερον ἄριστον νοηθῇ, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. Τούτου ὁ φαγὼν τοῦ ἀρίστου τὸ ἄριστον τῶν ὄντων, τὴν βασιλείαν τοῦ θεοῦ, κτήσεται, μελετήσας ἐνθένδε ἁγίαν 2.1.7.1 συνήλυσιν ἀγάπης, οὐράνιον ἐκκλησίαν. Ἀγάπη μὲν οὖν χρῆμα καθαρὸν καὶ τοῦ θεοῦ ἄξιον, ἔργον δὲ αὐτῆς ἡ μετάδοσις. Φροντὶς δὲ παιδείας ἀγάπη, ἡ σοφία λέγει, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς. Αἱ δὲ εὐφροσύναι αὗται ἔναυσμά τι ἀγάπης ἔχουσιν ἐκ τῆς πανδήμου τροφῆς συνεθιζόμενον εἰς ἀίδιον τροφήν. Ἀγάπη 2.1.7.2 μὲν οὖν δεῖπνον οὐκ ἔστιν, ἡ δ' ἑστίασις ἀγάπης ἠρτήσθω. Μαθέτωσαν γάρ, φησίν, οἱ υἱοί σου, οὓς ἠγάπησας, κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον, ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ· οὐ γὰρ ἐπ' ἄρτῳ ζήσεται ὁ δίκαιος. 2.1.7.3 Ἀλλὰ γὰρ τὸ δεῖπνον ἔστω λιτὸν ἡμῖν καὶ εὔζωνον, ἐπιτήδειον εἰς ἐγρήγορσιν, ποικίλαις ἀνεπίμικτον ποιότησιν, οὐκ ἀπαιδαγώγητον οὐδὲ τοῦτο· ἀγαθὴ γὰρ κουροτρόφος αὐτάρκεια εἰς κοινωνίαν ἀγάπη ἐφόδιον ἔχουσα πλούσιον, τὴν αὐτάρκειαν, ἣ δὴ ἐφεστῶσα τῇ τροφῇ δικαίᾳ ποσότητι μεμετρημένῃ σωτηρίως τὸ σῶμα διοικοῦσα καὶ τοῖς πλησίον ἀπένειμέν τι ἐξ αὑτῆς, ἡ δὲ ὑπερβλύζουσα τὴν αὐτάρκειαν δίαιτα τὸν ἄνθρωπον κακοῖ, νωθῆ μὲν τὴν ψυχήν, ἐπισφαλὲς δὲ εἰς νόσον ἐργαζομένη τὸ σῶμα. 2.1.7.4 Ναὶ μὴν προστρίβονται βλασφημίας δυσανασχέτους αἱ περὶ τὰς καρυκείας ἡδοναί, λιχνείαν, λαιμαργίαν, ὀψοφαγίαν, ἀπληστίαν, ἀδηφαγίαν. Μυῖαι τούτοις οἰκεῖαι τοῖς ὀνόμασιν καὶ γαλαῖ κόλακές τε καὶ μονομάχαι καὶ τὰ ἄγρια τῶν παρασίτων φῦλα, γαστρὸς ἡδονῆς οἳ μὲν τὸν λόγον, οἳ δὲ τὴν φιλίαν, οἳ δὲ τὸ ζῆν ἀποδόμενοι, ἐπὶ γαστέρας ἕρποντες, θηρία ἀνδρείκελα, κατ' εἰκόνα τοῦ πατρὸς 2.1.7.5 αὐτῶν τοῦ λίχνου θηρίου. Ἀσώτους τ' αὐτοὺς οἱ καλέσαντες πρῶτοι εὖ μοι δοκοῦσιν αἰνίττεσθαι τὸ τέλος αὐτῶν, ἀσώστους αὐτοὺς κατὰ ἔκθλιψιν τοῦ σίγμα στοιχείου νενοηκότες. Ἦ γὰρ οὐχ οὗτοι οἱ περὶ τὰς λοπάδας ἀσχολούμενοι καὶ τὰς μεμωρημένας τῶν ἡδυσμάτων περιεργίας, οἱ ταπεινόφρονες, χαμαιγενεῖς, τὸν ἐφήμερον 2.1.8.1 διώκοντες βίον ὡς οὐ ζησόμενοι; Τούτους ταλανίζει διὰ Ἡσαΐου τὸ ἅγιον πνεῦμα, ἠρέμα πως τῆς ἀγάπης τὸ ὄνομα ὑπεξελόμενον, ἐπεὶ μὴ κατὰ λόγον ἡ