36
κατοικῆσαι κατηναγκάσθησαν. Ἀναμεταξὺ δὲ τῶν Τούρκων συναφθέντος πολέμου καὶ τῶν Πατζινακιτῶν, τῶν τηνικαῦτα Κάγγαρ ἐπονομαζομένων, τὸ τῶν Τούρκων φοσσᾶτον ἡττήθη καὶ εἰς δύο διῃρέθη μέρη. Καὶ τὸ μὲν ἓν μέρος πρὸς ἀνατολὴν εἰς τὸ τῆς Περσίδος μέρος κατῴκησεν, οἳ καὶ μέχρι τοῦ νῦν κατὰ τὴν τῶν Τούρκων ἀρχαίαν ἐπωνυμίαν καλοῦνται Σάβαρτοι ἄσφαλοι, τὸ δὲ ἕτερον μέρος εἰς τὸ δυτικὸν κατῴκησε μέρος ἅμα καὶ τῷ βοεβόδῳ αὐτῶν καὶ ἀρχηγῷ, Λεβεδίᾳ, εἰς τόπους τοὺς ἐπονομαζομένους Ἀτελκούζου, ἐν οἷς τόποις τὰ νῦν τὸ τῶν Πατζινακιτῶν ἔθνος κατοικεῖ. Ὀλίγου δὲ χρόνου διαδραμόντος, ὁ χαγάνος ἐκεῖνος ἄρχων Χαζαρίας τοῖς Τούρκοις ἐμήνυσεν τοῦ πρὸς αὐτὸν ἀποσταλῆναι Λεβεδία, τὸν πρῶτον αὐτῶν βοέβοδον. Ὁ Λεβεδίας τοίνυν πρὸς τὸν χαγάνον Χαζαρίας ἐναφικόμενος ἀνηρώτα τὴν αἰτίαν, δι' ἣν ἐλθεῖν πρὸς αὐτὸν αὐτὸν μετεπέμψατο. Ὁ δὲ χαγάνος εἶπεν πρὸς αὐτόν, ὅτι· "∆ιὰ τοῦτό σε προσεκαλεσάμεθα, ἵνα, ἐπειδὴ εὐγενὴς καὶ φρόνιμος καὶ ἠνδρειωμένος ὑπάρχεις καὶ πρῶτος τῶν Τούρκων, ἄρχοντά σε τοῦ ἔθνους σου προβαλώμεθα, καὶ ἵνα ὑπείκῃς τῷ λόγῳ καὶ τῇ προστάξει ἡμῶν." Ὁ δὲ ἀποκριθεὶς πρὸς τὸν χαγάνον ἀντέφησεν, ὅτι· "Τὴν περὶ ἐμέ σου σχέσιν τε καὶ προαίρεσιν μεγάλως ἐναποδέχομαι, καὶ τὴν εὐχαριστίαν ὁμολογῶ σοι προσήκουσαν, ἐπεὶ δὲ ἀδυνάτως ἔχω πρὸς τὴν τοιαύτην ἀρχήν, ὑπακοῦσαι οὐ δύναμαι, ἀλλὰ μᾶλλον ἔστιν ἕτερος ἀπ' ἐμοῦ βοέβοδος, λεγόμενος Ἀλμούτζης καὶ υἱὸν κεκτημένος ὀνόματι Ἀρπαδήν· ἐκ τούτων μᾶλλον εἴτε ἐκεῖνος ὁ Ἀλμούτζης, εἴτε ὁ υἱὸς αὐτοῦ Ἀρπαδὴς ἵνα γένηται ἄρχων, καὶ ἔστιν ὑπὸ τὸν λόγον ὑμῶν". Ἐν τούτῳ οὖν τῷ λόγῳ ἀρεσθεὶς ὁ χαγάνος ἐκεῖνος δέδωκεν ἀνθρώπους αὐτοῦ μετ' αὐτοῦ καὶ εἰς τοὺς Τούρκους ἀπέστειλεν, οἳ καὶ συλλαλήσαντες περὶ τούτου μετὰ τῶν Τούρκων, μᾶλλον οἱ Τοῦρκοι τὸν Ἀρπαδὴ γενέσθαι προέκριναν ἄρχοντα, ἤπερ Ἀλμούτζη, τὸν ἑαυτοῦ πατέρα, ὡς ἀξιολογώτερον ὄντα καὶ περισπούδαστον ἔν τε φρονήσει καὶ βουλῇ καὶ ἀνδρείᾳ καὶ ἱκανὸν πρὸς τὴν τοιαύτην ἀρχήν, ὃν καὶ ἄρχοντα κατὰ τὸ τῶν Χαζάρων ἔθος καὶ ζάκανον πεποιήκασι, σηκώσαντες αὐτὸν εἰς σκουτάριον. Πρὸ δὲ τοῦ Ἀρπαδῆ τούτου ἄρχοντα ἕτερον οἱ Τοῦρκοι οὐκ ἐκτήσαντο πώποτε, ἐξ οὗ καὶ μέχρι τῆς σήμερον ἐκ τῆς τούτου γενεᾶς ἄρχων Τουρκίας καθίσταται. Μετὰ δέ τινας χρόνους τοῖς Τούρκοις ἐπιπεσόντες οἱ Πατζινακῖται, κατεδίωξαν αὐτοὺς μετὰ τοῦ ἄρχοντος αὐτῶν Ἀρπαδῆ. Οἱ οὖν Τοῦρκοι τραπέντες καὶ πρὸς κατοίκησιν γῆν ἐπιζητοῦντες, ἐλθόντες ἀπεδίωξαν οὗτοι τοὺς τὴν μεγάλην Μοραβίαν οἰκοῦντας, καὶ εἰς τὴν γῆν αὐτῶν κατεσκήνωσαν, εἰς ἣν νῦν οἱ Τοῦρκοι μέχρι τῆς σήμερον κατοικοῦσιν. Καὶ ἔκτοτε πόλεμον οἱ Τοῦρκοι παρὰ τῶν Πατζινακιτῶν οὐκ ἐδέξαντο. Εἰς δὲ τὸ κατασκηνῶσαν τὸ προρρηθὲν ἔθνος τῶν Τούρκων πρὸς ἀνατολὴν εἰς τὰ τῆς Περσίδος μέρη μέχρι τοῦ νῦν πραγματευτὰς ἀποστέλλουσιν οὗτοι οἱ πρὸς τὸ δυτικὸν μέρος οἰκοῦν τες προρρηθέντες Τοῦρκοι, καὶ βλέπουσιν αὐτούς, καὶ ἀποκρίσεις παρὰ αὐτῶν πρὸς αὐτοὺς πολλάκις ἀποκομίζουσιν. Ὅτι ὁ τῶν Πατζινακιτῶν τόπος, ἐν ᾧ τῷ τότε καιρῷ κατῴκησαν οἱ Τοῦρκοι, καλεῖται κατὰ τὴν ἐπωνυμίαν τῶν ἐκεῖσε ὄντων ποταμῶν. Οἱ δὲ ποταμοί εἰσιν οὗτοι· ποταμὸς πρῶτος ὁ καλούμενος Βαρούχ, ποταμὸς δεύτερος ὁ καλούμενος Κουβοῦ, ποταμὸς τρίτος ὁ καλούμενος Τροῦλλος, ποταμὸς τέταρτος ὁ καλούμενος Βροῦτος, ποταμὸς πέμπτος ὁ καλούμενος Σέρετος. 39 Περὶ τοῦ ἔθνους τῶν Καβάρων. Ἰστέον, ὅτι οἱ λεγόμενοι Κάβαροι ἀπὸ τῆς τῶν Χαζάρων γενεᾶς ὑπῆρχον. Καὶ δὴ συμβάν τινα παρὰ αὐτῶν ἀποστασίαν γενέσθαι πρὸς τὴν ἀρχὴν αὐτῶν, καὶ πολέμου ἐμφυλίου καθιστάντος, ἡ πρώτη ἀρχὴ αὐτῶν ὑπερίσχυσεν, καὶ οἱ μὲν ἐξ αὐτῶν ἀπεσφάγησαν, οἱ δὲ ἐξέφυγον, καὶ ἦλθαν καὶ κατεσκήνωσαν μετὰ τῶν Τούρκων εἰς τὴν τῶν Πατζινακιτῶν γῆν, καὶ ἀλλήλοις συνεφιλιώθησαν, καὶ Κάβαροί τινες ὠνομάσθησαν. Ὅθεν καὶ τὴν τῶν Χαζάρων γλῶσσαν αὐτοῖς τοῖς Τούρκοις ἐδίδαξαν, καὶ μέχρι τοῦ νῦν τὴν αὐτὴν διάλεκτον ἔχουσιν· ἔχουσιν δὲ καὶ τὴν τῶν Τούρκων ἑτέραν γλῶσσαν. ∆ιὰ δὲ τὸ εἰς τοὺς