36
πατριᾶς σου λήψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, τῆς ἱερατείας ὑμῶν. Ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ, νόμιμον αἰώνιον· καὶ τοῦτο ἔσται ὑμῖν ἀπὸ τῶν ἡγιασμένων, ἐκ τῶν καρπωμάτων καὶ ἀπὸ τῶν δώρων καὶ ἀπὸ πάντων τῶν θυσιῶν καὶ ἀπὸ πάσης πλημμελείας καὶ περὶ ἁμαρτιῶν, καὶ ὅσα ἀποδιδόασίν μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου· ἐν τῷ ἁγίῳ φάγεσθε αὐτά.» Καὶ μετ' ὀλίγα· «Πᾶσα ἀπαρχὴ ἐλαίου καὶ οἴνου καὶ σίτου, ὅσα ἂν δίδωσιν Κυρίῳ, σοὶ δέδωκα αὐτά, καὶ τὰ πρωτογεν νήματα πάντα σοι δέδωκα, καὶ σοὶ ἐρεῖ πᾶν ἀνάθεμα· πᾶν πρωτότοκον ἀνθρώπου καὶ κτήνους καθαροῦ καὶ ἀκαθάρτου καὶ θυσίας καὶ στηθυνίου καὶ βραχίονος δεξιοῦ τοῖς ἱερεῦσιν προσανήκει καὶ τοῖς λοιποῖς τοῖς παραμένουσιν αὐτοῖς λευίταις.» Ἀκούσατε ταῦτα καὶ ὑμεῖς, οἱ λαϊκοί, ἡ ἐκλεκτὴ Ἐκκλησία τοῦ Θεοῦ· καὶ γὰρ ὁ λαὸς πρότερον Θεοῦ λαὸς καὶ ἔθνος ἅγιον ὠνομάζετο, καὶ ὑμεῖς οὖν ἐστὲ ἁγία ἱερὰ Ἐκκλησία τοῦ Θεοῦ ἀπογεγραμμένη ἐν οὐρανῷ, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, νύμφη κεκαλλωπισμένη Κυρίῳ τῷ Θεῷ· Ἐκκλησία μεγάλη, Ἐκκλησία πιστή· ἃ πρότερον ἐρρέθη, νῦν ἐνωτίζου· ἀφαι ρέματα καὶ δεκάται καὶ ἀπαρχαὶ τῷ ἀρχιερεῖ Χριστῷ καὶ τοῖς λειτουργοῦσιν αὐτῷ, δεκάται σωτηρίου, ἀρχὴ ὀνόματος Ἰησοῦ. Ἄκουε, ἱερὰ καθολικὴ Ἐκκλησία, ἡ τὴν δεκά πληγον πεφευγυῖα καὶ τὴν δεκάλογον εἰληφυῖα καὶ τὸν νόμον μεμαθηκυῖα καὶ τὴν πίστιν κεκρατηκυῖα καὶ ἐπὶ τὸν Κύριον Ἰησοῦν πεπιστευκυῖα καὶ τὴν δεκάδα ἐγνωκυῖα καὶ ἐπὶ τὸ ἰῶτα, ὅπερ ἐστὶν ἀρχὴ ὀνόματος Ἰησοῦ, πεπιστευκυῖα καὶ τὸ ὄνομα αὐτοῦ ὀνομαζομένη καὶ ἐπὶ τῇ τελειώσει τῆς δόξης αὐτοῦ ἐστηριγμένη· αἱ τότε θυσίαι νῦν εὐχαὶ καὶ δεήσεις καὶ εὐχαριστίαι, αἱ τότε ἀπαρχαὶ καὶ δεκάται καὶ ἀφαιρέματα καὶ δῶρα νῦν προσφοραὶ αἱ διὰ τῶν ὁσίων ἐπισκόπων προσφερόμεναι Κυρίῳ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ὑπὲρ αὐτῶν ἀποθανόντος. Oὗτοι γὰρ ὑμῶν εἰσιν οἱ ἀρχιερεῖς· οἱ δὲ ἱερεῖς ὑμῶν οἱ πρεσβύτεροι, καὶ οἱ λευῖται ὑμῶν οἱ νῦν διάκονοι καὶ οἱ ἀναγινώσκοντες ὑμῖν καὶ οἱ ᾠδοὶ καὶ οἱ πυλωροί, αἱ διάκονοι ὑμῶν καὶ αἱ χῆραι καὶ αἱ παρθένοι καὶ οἱ ὀρφανοὶ ὑμῶν. Ὁ δὲ τούτων πάντων ἀνώτερος ὁ ἀρχιερεύς ἐστιν, ὁ ἐπίσκοπος. Oὗτος λόγου διάκονος, γνώσεως φύλαξ, μεσίτης Θεοῦ καὶ ὑμῶν ἐν ταῖς πρὸς αὐτὸν λατρείαις·