βασιλέα τῶν Ἀσσυρίων, καταφεύγει πρὸς τὸν Θεὸν, καὶ ἀλαλήτως βοᾷ πρὸς αὐτὸν, διὰ τῆς κατ' ἀρετὴν καὶ γνῶσιν ἐπιδόσεως, καὶ δέχεται σύμμαχον ἄγγελον· δηλονότι μείζονα σοφίας καὶ γνώσεως λόγον ἐκτρίβοντα τοὺς πολεμίους. Παρεμβολὴ δὲ βασιλέως Ἀσσούρ ἐστιν ὁ πρὸς ἡδονὴν τὰς φυσικὰς ὀρέξεις κινῶν. Πολεμιστὴς δὲ ὁ τὸ θυμικὸν διεγείρων, εἰς τὴν τῶν ἡδονῶν φυλακήν. Ἄρχων δὲ ὁ ταῖς ἐπιφανείαις τῶν ἀρετῶν τὰς αἰσθήσεις διερεθίζων. Στρατηγὸς δὲ ὁ εἰδοποιὸς τῶν παθῶν, καὶ τῆς ἐνεργείας αὐτῶν ἐπινοητικός. Πρόσωπον δὲ τοῦ διαβόλου, τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὰ θελκτικὰ τῶν αἰσθήσεων αἰσθητά. Καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς Ἱερουσα λὴν, καὶ τὰ δόματα τῷ Ἐζεχίᾳ βασιλεῖ Ἰουδαίων. Πᾶς νοῦς ἀρετῇ καὶ γνώσει κατεστεμμένος, καὶ 77.1272 βασιλεύων Ἱερουσαλὴμ, ἤτοι τῆς εἰρήνην ὁρώσης ἕξεως· λέγω δὴ τῆς τῶν στασιαζόντων παθῶν ἀπηλλαγμένης καταστάσεως (ὅρασις γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται)· πάντως ἔχει τὴν φαινομένην κτίσιν προσφέρουσαν αὐτῷ μὲν δόματα, τῷ δὲ Θεῷ δῶρα δι' αὐτοῦ. Κυρίως γὰρ δόματα μὲν τὰ τοῖς ἐνδεέσι διδόμενα· δῶρα δὲ, τὰ τοῖς ἀπροσδεέσιν εἰσκομιζόμενα. ∆ιὸ τῷ μὲν Κυρίῳ δῶρα ὡς πάντων ἀπροσδεεῖ τῷ δὲ Ἐζεχίᾳ δόματα, διότι πᾶς ἄνθρωπος ἐπιδεῖται, καὶ τρόπων εἰς ἀρετὴν, καὶ λόγων εἰς γνῶσιν. Ἀλλὰ δῶρα μὲν, οἱ ἐνυπάρχοντες ἑκάστῳ εἴδει τῶν συμπληρούντων τὴν κτίσιν πνευματικοὶ λόγοι, δι' ὧν ὁ τῆς κτίσεως γνωρίζεται ποιητὴς, διδασκόντων, ὅτι ἐστί τις τῶν φαινομένων κτίστης καὶ δεσπότης. ∆όματα δὲ οἱ ἐνόντες ἑκάστῳ τούτων αὖθις φυσικοὶ νόμοι· τοῦτ' ἔστι, τὰ φυσικὰ πλεονεκτήματα, δι' ὧν παιδεύεταί τις πρὸς ἀρετήν· ἐκλεγόμενος τοῦ μὲν τόδε, τοῦ δὲ τόδε· καὶ τοὺς φυσικοὺς αὐτῶν νόμους τοῖς προαιρετικοῖς αὐτοῦ τρόποις ἀπομιμούμενος. Ἐγκατέσπειρε γὰρ ὁ Θεὸς τοῖς κατὰ μέρος εἴδεσι τῆς κτίσεως καὶ σοφίας λόγους πνευματικοὺς, μηνύοντας τὸν ποιητὴν αὐτῶν Θεόν· καὶ φυσικοὺς νόμους παιδαγωγοῦντας εἰς ἀρετὴν τὸν θεατὴν αὐτῶν ἄνθρωπον. Ἵνα δὲ ἐκ πολλῶν ὀλίγα παραθῶμεν, ἀετοῦ φυσικὸς νόμος, τὸ πρὸς τὴν ἡλιακὴν μαρμαρυγὴν ἰθυτενῶς ἀτενίζειν. Ὃ μιμήσεταί τις, ἀπευθύνων τὸν νοῦν εἰς τὸ θεῖον φῶς. Μιμήσεται καὶ τὴν ἔλαφον, τὰ ὕψη τῶν θείων θεωρημάτων, καθάπερ ἐκείνη τὰ ὄρη, μεταδιώκων, καὶ τὰ ἐμφωλεύοντα τοῖς ὁρωμένοις εἴδεσι πάθη, καθάπερ ὄφεις, τῷ λόγῳ διαφθείρων τῆς διακρίσεως, καὶ τὸν τῇ μνήμῃ ἐναπολαμβανόμενον ἰὸν τῆς κακίας, ταῖς πολλαῖς καὶ διαφόροις κατασβεννύων πηγαῖς τῆς γνώσεως. Μιμήσεται καὶ τῆς δορκάδος τὴν ὀξυωπτίαν, τοὺς βρόχους τῶν ἐπιβουλευόντων τῇ ἀρετῇ δαιμόνων ὑπερπηδῶν. Ἔτι δὲ καὶ τοῦ ὀρνέου τὴν ἀσφάλειαν, τὰς παγίδας τῶν τῇ γνώσει πολεμούντων πονηρῶν πνευμάτων ὑπεριπτάμενος. Οἱ μὲν θειότεροι τῆς κτίσεως λόγοι φαίνονται ἐν τῇ προνοίᾳ καὶ συνοχῇ τῆς τοῦ καθ' ἕκαστον εἴδους μονιμότητος, οἱ δὲ φυσικοὶ νόμοι ταύτης, ἐν τῇ ταυτότητι τῆς τοῦ καθ' ἕκαστον εἴδους φυσικῆς ἐνεργείας. ∆ι' ὧν ὁμοῦ πάντων δοξάζεται μὲν ὁ Θεὸς, παρ' οὗ γεγόνασι· προκόπτει δὲ ὁ ἄνθρωπος δι' ὃν αὖθις γεγόνασι. Καὶ ὑπερήρθη κατ' ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Ὁ διὰ πράξεως καὶ θεωρίας μεγαλυνθεὶς, ὑπεραίρεται διὰ πράξεως μὲν πάντων τῶν σαρκικῶν καὶ διαβεβλημένων παθῶν, ὑπεράνω τούτων γινόμενος τῶν δὲ φυσικῶν λεγομένων σωμάτων, ἤτοι τῶν ὑπὸ γένεσιν ὄντων καὶ φθοράν· καὶ ἁπλῶς εἰπεῖν ὅσα ὑπὸ τὴν αἴσθησιν· διὰ θεωρίας τοὺς ἐν αὐτοῖς λόγους γνωστικῶς διαπεράσας, καὶ πρὸς τὰ συγγενῆ νοητὰ καὶ θεῖα τὸν νοῦν ἀγαγών. Καὶ γὰρ ἡ πρακτικὴ μὲν φιλοσοφία τὸν πρακτικὸν ὑπεράνω ποιεῖ 77.1273 τῶν παθῶν· ἡ θεωρία δὲ τὸν θεωρητικὸν ὑπεράνω τῶν ὁρωμένων καθίστησι. Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς ἀνταπέδωκεν Ἐζεχίας, ἀλλ' ὑψώθη ἡ καρδία· καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Πᾶς νοῦς