Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἐμπαρέχοντος, καὶ κατα πατεῖν ὡς ἰοβόλα θηρία τοὺς πολεμίους ποιοῦντος. Ἐπεὶ δὲ ἴδιόν ἐστι τῆς τῶν νεβρῶν φύσεως τὸ ἀνα λωτικὸν τῶν θηρίων, καὶ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι τὸ τῶν ὄφεων γένος, εἰκότως νεβρὸς ὁ Κύριος λέγεται, ὡς πατῶν καὶ ἀναλίσκων τὴν ἐναντίαν ἐνέργειαν, καὶ τοὺς μαθη τὰς εἰς τὴν τῶν ἐλάφων καταρτιζόμενος φύσιν, ἐν οἶς λέγει· "∆έδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων." ∆ιώκει μὲν οὖν ὁ Σατανᾶς οἷά τις ὄφις· ἀλλ' οὗτοι λαβόντες ἐξουσίαν παρὰ τοῦ Σωτῆρος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν νοητῶν δηλαδὴ, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐχ ἁλίσκονται· ἀλλὰ τὸ χαμαιριφὲς ἀφέν τες φρόνημα, ἀναφοιτῶσιν ὥσπερ εἰς ὄρος τὴν ἀξιό κτητον ἀρετήν. Πλὴν οὐκ ἀρκεῖ τὸ ἀναφοιτῆσαι μόνον, ἀλλὰ χρὴ προσεῖναι καὶ τὸ ἐμμένειν τοῖς ἄνω καὶ ἐμφιλοχωρεῖν τοῖς τῶν ἀρετῶν ὑψώμασι. ∆ιὸ καὶ τὸν δίκαιον, τὸν τοὺς πόδας κατηρτισμένους ἔχοντα, οὐ μόνον ἀνάγει ἐπὶ τὰ ὑψηλὰ ὁ Θεὸς, ἀλλὰ καὶ ἱστᾷ ἄνω, τουτέστιν ἵστασθαι παρασκευάζει ἐν τῇ ἀρετῇ, καὶ μὴ καταπίπτειν. Ἐπλάτυνας τὰ διαβήματά μου. (C f. 369.) ∆ιαβήματα λέγει καθ' ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος αἰῶνος εἰς τὸν μέλλοντα διαβαίνει. Κατ' ἀρχὰς μὲν οὖν τὰ στενὰ καὶ ἐπίπονα τῷ τὴν τεθλιμ μένην ὁδεύοντι, καὶ τῶν ἐχθρῶν βουλομένῳ διαβαί νειν τὰ σκάνδαλα· τῇ δὲ προκοπῇ, πλατυνόμενα. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι. (D f. 67.) Οὐκ ἀγνοίας ἐστὶ σημαντικόν· ταῦτα γὰρ οἶδεν ὡς Θεός· ἀλλ' ὅτι οἱ κατὰ καιροὺς τὴν οἰκειότητα τὴν εἰς ἐμὲ μὴ λαχόντες. (L f. 67.) Λέγοιτο δὲ ταῦτα καὶ ἐκ προσώπου Χριστοῦ καὶ ∆αβὶδ, οὗπερ ἐκ σπέρματος αὐτοῦ γε νομένου τὸ πρόσωπον ἀνείληφεν ὁ Χριστός. Εἰ δὲ μὴ τῶν ἐθνῶν ἐβασίλευσεν ὁ ∆αβὶδ, ἐπὶ τὸν ἐξ αὐτοῦ Χριστὸν τὸν λόγον ἀνύσωμεν, τὸν ἀεὶ μὲν ὡς Θεὸν ἀπάντων δεσπόζοντα, μετὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξάμενον. ∆ιττὸν δὲ τὸ γινώσκει[ν] τὰς καρ δίας ἡμῶν, ἢ τὸ ἐπίστασθαι ἢ τὸ ἡνῶσθαι γνωστῷ τὸ γινῶσκον. Κατὰ πρότερον σημαινόμενον, καὶ τοὺς φαύλους γινώσκει Θεὸς, πρὸς οὓς εἶπεν ὁ Σωτήρ· "Ὑμεῖς ἐστε ὡς δικαιοῦντες αὐτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν." Καὶ ἐν τῷ προφήτῃ· "∆ιότι ἔγνω πάσας τὰς ἁμαρ τίας ὑμῶν." Κατὰ δὲ τὸ βʹ, μόνους λέγεται τοὺς δικαίους εἰδέναι· ἔγνω γὰρ Κύριος τοὺς ὄντας αὐ τοῦ. Πρὸς γὰρ φαύλους ἔλεγεν ὁ Σωτήρ· "Ἀποχω ρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ἔγνων ὑμᾶς." Καὶ ὁ ἀπὸ τῶν ἐθνῶν τοίνυν λαὸς εἰδωλολα τρῶν πάλαι καὶ ἁμαρτάνων, καὶ τούτου χάριν ὑπὸ τοῦ Σωτῆρος μὴ γινωσκόμενος, μεταβαίνων διὰ με 69.828 τανοίας, εἴρηται δουλεύειν αὐτῷ. ∆ιόπερ οὐκ εἶπεν· Ὃν οὐ γινώσκω (ὁ γὰρ ἔτι τὰ τῆς κακίας ἐνερ γῶν, οὐ γινώσκεται), ἀλλ' ὃν οὐκ ἔγνω πάλαι, νῦν δὲ δῆλόν ἐστι γινώσκειν. Ὁποῖον τὸ ἀποστολικόν· "Ἀλλὰ τότε μὲν οὐδ' εἰδότες Θεὸν ἐδουλεύσατε, τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ' αὐτοῦ." Ἀγνοοῦντες γὰρ, ἠγνοοῦντο· γνόντες δὲ, ἐγνώσθησαν. Υἱοὶ ἀλλότριοι. (D f. 67, L f. 67.) Ὁ κληθεὶς υἱὸς πρωτότοκος Ἰσραὴλ, ἀλλότριος ἐκλήθη διὰ τὴν ἀπιστίαν υἱός. Ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτοῦ. (L f. 67.) Ἀντὶ δὲ τοῦ, Ἐπαλαιώθησαν καὶ ἐχώ- λαναν, Ἀτιμασθήσονται καὶ ἐντραπήσονται Σύμμα χος εἴρηκεν. Ζῇ Κύριος. (C f. 37.) Τὸ, "Ζῇ Κύριος," ἀντὶ τοῦ, Μὰ τὸν ζῶν τα Κύριον, ἔχει ἡ Γραφή· καθὼς καὶ ὁ ἸώB fησι· "Ζῇ Κύριος ὃς οὕτω με κέκρικεν, καὶ ὁ πικράνας μου τὴν ψυχήν· ᾗ μὲν ἔτι τῆς πνοῆς μου ἐνού σης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν.
ΨΑΛΜΟΣ ΙΗʹ.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. (A f. 10 b.) Ἡ μὲν τῶν Ἑλλήνων πληθὺς
τῷ μεγέθει καὶ τῷ κάλλει τῶν ὁρωμένων κτισμάτων οὐ προσβάλλουσα συνετῶς,