1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

36

Χριστοῦ ὡς περὶ ∆αυὶδ ἀναστησομένου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης. Περὶ τοῦ Χριστοῦ ὡς περὶ τοῦ ∆αυὶδ ἀναστησομένου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης. Ψ. Ἀπὸ τοῦ ∆ανιήλ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ θεοῦ. Περὶ τῆς τοῦ Χριστοῦ παρουσίας ὡς περὶ υἱοῦ ἀνθρώπου· καὶ περὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ. Περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ ὡς ἐπὶ τοὺς χρόνους τοῦ Χριστοῦ συμπληροῦνται μεθ' οὓς προφητεύεται τὰ περὶ τοῦ παντελοῦς ὀλέθρου τοῦ Ἰουδαίων λαοῦ. 97 ΠΡΟΟΙΜΙΟΝ. Μετὰ δὴ τὰς ἀπὸ τῶν ψαλμῶν ἐκλογὰς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ τῶν ἑξῆς προφητειῶν ἐν τρίτῳ τούτῳ συγγράμματι τῶν περὶ τοῦ Χριστοῦ Προφητικῶν Ἐκλογῶν, ὀγδόῳ ὄντι τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς, ἀναλεξώμεθα, προεπισημηνάμενοι ὅτι μήτε τὰ τῶν προφητῶν ἐπαληθεύειν δυνατὸν, ἢν μὴ οὐχὶ τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως αὐτοῖς συμπαραλαμβανομένης, μήτε τὰ τῆς ἡμετέρας εἰς τὸν Χριστὸν πίστεως λογικώτερον κρατύνεσθαι, μὴ τῶν ἀνέκαθεν προφητῶν τὰς περὶ αὐτοῦ πιστουμένων ἀποδείξεις. Ὅθεν εἰκότως ἄν τις Ἰουδαίοις τε μὴ τὸν Χριστὸν παραδεξαμένοις, καὶ τοῖς τὰς προφητείας ἀθετοῦσι αἱρεσιώταις καταμέμψοιτο εἰς ἀσύστατα περιτρεπομένοις· οἱ μὲν γὰρ ὡς Θεοῦ τὰς προφητείας ἀποδεχόμενοι, ταύτας ψευδεῖς ἀπελέγχουσιν ἀτελεῖς αὐτὰς καταλείποντες, ὅτι μὴ τὰς εἰς τὸν Χριστὸν ἀποπληρωθείσας τῶν προφητειῶν ἐκβάσεις οἷοί τε εἰσι παραδέξασθαι· οἱ δὲ τὸν Χριστὸν ὁμολογοῦντες ἀσύστατον καὶ ἀναπόδεικτον τὴν εἰς αὐτὸν πίστιν περιέπουσι, μὴ τοῖς θαυμασίοις τοῦ Θεοῦ προφήταις τὰ περὶ αὐτοῦ προμαρτυρομένοις συγχρώμενοι· ἡμεῖς γέ τοι· τὰς μέντοι προφητείας διὰ τῆς τοῦ Χριστοῦ παρούσιας, ταύτην δὲ διὰ τῶν προφητειῶν πιστούμενοι, τὸ φανὸν καὶ στερρὸν τῆς ἀληθείας ἀνεξελέγκτοις ἀποδείξεσι παριστῶμεν. Ταῦτα μὲν ὡς ἐν προοιμίῳ· ἴωμεν δὲ ἐπὶ τὸ προκείμενον. 98 Ψ. Ἀπὸ τῶν παροιμιῶν. Αʹ. Πᾶσα μὲν ἡ βίβλος τῶν Παροιμιῶν ἐκ προσώπου λέγεσθαι τῆς Σοφίας ἔοικε, πῆ μὲν τὸν ἠθικὸν ὑποτιθεμένης βίον, πῆ δὲ προσωποποιούσης ἑτέρων λόγους· καὶ ποτὲ μὲν αἰνίγματα προβαλλομένης, ποτὲ δ' αὖ περὶ αὑτῆς τινὰ διδασκούσης, καὶ τὰ περὶ τοῦ ἑαυτῆς ἐνθέου ἀξιώματος παιδευούσης. Τούτων δ' ἀναλεξόμεθα δι' ὧν μανθάνομεν ὅτι δὴ ζῷον θεῖον καὶ πάντη τὴν φύσιν ἐνάρετον ἡ Σοφία τυγχάνει, ἡ αὐτὴ οὖσα τῷ μετὰ τὸν πρῶτον Θεὸν δευτέρῳ τῶν ὅλων αἰτίῳ, τῷ τε ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεῷ Λόγῳ, καὶ τῇ διοικούσῃ καὶ οἰκονομούσῃ τὰ σύμπαντα καὶ μέχρι τῶν ἐπὶ γῆς πραγμάτων φθανούσῃ προνοίᾳ τοῦ Θεοῦ, ἣ καὶ πρὸ πάσης οὐσίας τε καὶ ὑποστάσεως ἔκτισται, ἀρχὴ ὁδῶν οὖσα τῆς ὅλης δημιουργίας. Τὰ δὲ ῥητὰ ὡς ἐξ αὐτῆς τῆς Σοφίας τοῦτον λέλεκται τὸν τρόπον· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια· ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. ∆ι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. ∆ι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων 99 δικαιώματος ἀναστρέφομαι· ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με. Κύριος