36
τρεπομένων. οἷαι δὲ καὶ αἱ κίσται αἱ μυστικαί; δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν· οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα χόνδροι τε ἁλῶν καὶ δράκων, ὄργιον ∆ιονύσου Βασσάρου; οὐχὶ δὲ ῥοιαὶ πρὸς τοῖσδε καὶ κράδαι νάρθηκές τε καὶ κιττοί, 2.3.40 πρὸς δὲ καὶ φθοῖς καὶ μήκωνες; ταῦτ' ἐστὶν αὐτῶν τὰ ἅγια. καὶ προσέτι τῆς Θέμιδος τὰ ἄρρητα σύμβολα, ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος, ὅς ἐστιν εὐφήμως καὶ μυστικῶς μόριον γυναικεῖον. ὢ τῆς ἐμφανοῦς ἀναισχυντίας· πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη, νυνὶ δὲ τοῖς μυουμένοις ἡ ἱερὰ τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ 2.3.41 ἐλέγχει τὰ πάθη δᾳδουχούμενον. ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ· αἰδέσθητι, δᾳδοῦχε, τὰς λαμπάδας· ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς· ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια· σκότει τετιμήσθω τὰ ὄργια. τὸ πῦρ οὐχ ὑποκρίνεται· ἐλέγχειν καὶ κολάζειν κελεύεται. 2.3.42 Ταῦτα τῶν ἀθέων τὰ μυστήρια. ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασι, παιδίον δὲ Τιτάνων ὕπο διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ' αἰσχύνης ἀναισχύντως σέβουσιν, διττῇ ἐνισχημένοι τῇ ἀθεότητι· προτέρᾳ μέν, καθ' ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντα ὄντως μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ δὴ ταύτῃ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζοντες τοὺς οὐκ ὄντας ὄντως, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχηκότας.» Τοσαῦτα καὶ οὗτος. 2.4.1 εʹ. ΤΙΣΙ ΛΟΓΙΣΜΟΙΣ ΤΟΥ [ΜΗ] ΤΑ ΟΜΟΙΑ ΤΟΙΣ ΕΛΛΗΣΙ ΠΕΡΙ ΘΕΩΝ
ΦΡΟΝΕΙΝ ΑΝΕΧΩΡΗΣΑΜΕΝ Εἰκότως δῆτα ἡμεῖς τούτων ἁπάντων ἐλευθέρους ἡμᾶς γενέσθαι ὁμολογοῦμεν, τῆς μὲν μακρᾶς καὶ πεπαλαιωμένης πλάνης ὥσπερ τινὸς δεινῆς καὶ χαλεπωτάτης νόσου λελυτρωμένοι, πρῶτα μὲν τῇ τοῦ παντοκρά τορος θεοῦ χάριτι καὶ εὐεργεσίᾳ, δεύτερον δὲ ἀπορρήτῳ δυνάμει τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, καὶ τρίτον σώφρονι λογισμῷ κρίναντες ἀνόσιον εἶναι καὶ δυσσεβὲς τῇ τοῦ θεοῦ σεβασμίῳ προσηγορίᾳ τιμᾶν τοὺς πάλαι ἐν νεκροῖς κειμένους θνητοὺς ἄνδρας καὶ οὐδὲ σωφρόνων ἀνδρῶν μνήμην ἀπολελοιπότας, ἐσχάτης δὲ ἀκρασίας καὶ ἀκολασίας ὠμότητός τε καὶ φρενοβλαβείας δείγματα τοῖς μετ' αὐτοὺς φυλάττειν παραδεδωκότας. 2.4.2 πῶς γὰρ οὐ πάντων ἠλιθιώτατον τοὺς σωφροσύνης ἐραστὰς τοῖς αἰσχροῖς καὶ ἀκολάστοις τῶν πρωτείων παραχωρεῖν, καὶ τοὺς συνετοὺς καὶ ἔμφρονας τοῖς τὰς φρένας ἀπολωλεκόσι τὴν σεβάσμιον παρέχειν τιμὴν τούς τε δικαιοσύνης καὶ φιλανθρωπίας ἀσκητὰς τοῖς δι' ὑπερβολὴν ὠμότητος καὶ ἀπανθρω2.4.3 πίας τεκνοκτονίας καὶ πατροκτονίας μιάσμασιν ἐνισχημένοις; ποίαν δ' οὐχ ὑπερηκόντισεν ὑπερβολὴν ἀσεβείας τὸ καταβάλλειν εἰς ἄρρητα ἀνδρῶν καὶ γυναικῶν μόρια καὶ εἰς τὴν ἄλογον καὶ θηριώδη φύσιν τὴν σεμνὴν καὶ παναγίαν τοῦ θεοῦ πρόσρησιν τοιαῦτά τε αἰσχρὰ καὶ ἀπάνθρωπα θεολογεῖν, οἷα καὶ ἐπὶ τῶν ἐν ἀνθρώποις κακούργων, εἰ κατελεγχθείη, ταῖς ἀπὸ τῶν νόμων 2.4.4 ἀπαραιτήτοις ὑποπέσοιεν ἂν τιμωρίαις; καὶ τί χρὴ μηκύνειν εὐαγγελιζομένους πάντα βάρβαρον ὁμοῦ καὶ Ἕλληνα τὴν ἀπὸ τῶν εἰρημένων κακῶν ἐλευθερίαν τῆς τε τῶν ψευδωνύμων θεῶν ἀποστασίας τὸ εὔλογον εἰς φῶς ἀγαγόντας, ὁπότε καὶ αὐτῶν ἤδη τῶν σφόδρα δεισιδαιμόνων οἱ πλείους, ὥσπερ ἐκ βαθέος κάρου ἀνανήψαντες καὶ τῆς παλαιᾶς ἀχλύος τὸ τῆς ψυχῆς ὄμμα διανοίξαντες τὸν βαθὺν λῆρον συνεῖδον τῆς πατρικῆς πλάνης καὶ στάντες ἐπὶ λογισμοῦ τὴν ἑτέραν ὁδὸν εἵλοντο, τῆς παλαιᾶς ἀναχωρήσαντες; ὧν οἱ 2.4.5 μὲν ὁμόσε χωρήσαντες τῆς ὅλης κατέπτυσαν θεολογίας τῶν σφετέρων προγόνων πλατὺ καταγελάσαντες, οἱ δ' ἀθεότητος δόξαν