γέγονεν κατ' ἐπένθεσιν τοῦ ν· τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων ἐχόντων ἓν δίχρονον μόνον εἴωθεν ἐπεντίθεσθαι· οἷον, δύω, δύνω· θύω, θύνω· οὕτως οὖν καὶ πίνω μόνως ἐκτείνει τὸ ι· οἷον, Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης τὸ δὲ πίνω καὶ ἐκτείνει καὶ συστέλλει. 9Πισιδία9: ι ἡ παράδοσις. 9Πύξινον9: Πύξος γάρ. 248 9Πίσεα9: Σημαίνει δὲ τοὺς καθαροὺς τόπους, διὰ τοῦ ι γρά φεται· παρὰ γὰρ τὸν πίσω μέλλοντα, ἐξ οὗ τὸ πίσεα. 9Πτισάνη9: ι, καὶ πισσος παρὰ τὸ πτίσαι· ἦν γὰρ ἡ πτίσ σος ὡς ἀπὸ τοῦ μέλαντος, μελανός. 9Πίειρα9: Σημαίνει δὲ τὴν λιπαρὰν, κατὰ μὲν τὴν ἄρχουσαν διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ πίω γέγονεν· κατὰ δὲ τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν εἰς ρα θη λυκῶν. 9Πιμελή9: ∆ιὰ τοῦ ι γράφεται ὀξύτονον· ἔστιν δὲ θηλυκὸν γένος, καὶ σημαίνει τὸ λίπος· παρὰ δὲ τὸ πίω καὶ τὸ μέλος· γέγονεν πιωμέλη, καὶ κατὰ συγκοπὴν πιμελή. 9Πίδαξ9: Σημαίνει δὲ τὴν πηγήν· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς εξ λήγοντα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, κλίμαξ· θρίδαξ· οἷδαξ· πλὴν τοῦ λείαξ· ὥσπερ δὲ παρὰ τὸ κλίνω γέγονεν κλίναξ καὶ κλίμαξ· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πίω γέγονεν πίαξ, καὶ προσθέσει τοῦ δ πίδαξ διὰ τοῦ ι. 9Πηγή9: Ἐκ τοῦ πηδῶ γέγονεν πηδή, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς γ πηγή. 9Πίσα9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· παρὰ τὸ πίω πίσω γὰρ γέγονεν· οἱονεὶ, ἡ ἔχουσα πολὺ ὕδωρ· καὶ ἄλλως, ἐπειδὴ εὕρηται ἡ πι συλλαβὴ συστελλομένη παρὰ Πιν δάρῳ. 9Προβαλίσιοσ9: ∆ιὰ τοῦ ι· ὥσπερ γὰρ ἀπὸ τοῦ Τρικόρινθος γίνεται Τρικορύσιος, οὕτως καὶ ἀπὸ τοῦ Προβάλιθος, Προβα λίσιος· τὸ δὲ Προβάλιθος διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ εἰς θος οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, κάκιθος· σημαίνει δὲ τὸν κάκιστον· ἔριθος· σημαίνει δὲ τὸν ἐργάτην· λέ κιθος· σημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ. 9Πίθοσ9: Τὸν κανόνα τοῦτον· 9Πέρδικος.9 9Πηρίν9: Σημαίνει δὲ τὸν ὄρχην· διὰ τοῦ ι γράφεται, παρὰ τὸ εἶναι δικατάληκτον· πηρὶς γὰρ καὶ πηρὶν, τὸ ἔξοθεν τῶν αἰδοίων. 249 9Παλίωξισ9: ∆ιὰ τοῦ ι γράφεται· ἔστι γὰρ πάλιν καὶ δίω ξις· ἐκ τούτων γίνεται κατὰ ἀποβολὴν τοῦ ν καὶ δ παλιΐωξις, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν παλίωξις. 9Πιδῶ9: ∆ιὰ τοῦ ι· ἢ παρὰ τοῦ πίω γέγονεν, πηδᾶν γὰρ λέ γομεν ἐπὶ τοῦ ἁλλομένου ὕδατος· ἢ ἐπειδὴ παρὰ τὸ πηδῶ λέ γουσι κατὰ μετάθεσιν τοῦ η εἰς ι, ὥσπερ ἥκω καὶ ἵκω· διὰ τοῦ η καὶ ι. 9Πηδῶ9: ∆ιὰ τοῦ η κατὰ παράδοσιν. 9Πιδύτησ9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τοῦ ι· παρὰ γὰρ τὸ πιδῶ γέγονεν. 9Πρίων9: ∆ιὰ τοῦ ι, παροξύνεται· παρὰ γὰρ τὸ πρίζω γέγο νεν· πρίονος δὲ ἡ γενική· βραχὺ γὰρ τὸ δίχρονον τῷ λόγῳ τοῦ Ἀμφίων. 9Πιδύω9: Σημαίνει δὲ τὸ ἅλλομαι, διὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ παρὰ τὸ ῥήσσω γίνεται ῥηγνύω, καὶ παρὰ τὸ πήσσω, πη γνύω, οὕτως καὶ παρὰ τὸ πιδῶ γίνεται πιδύω. 9Πίπτω9: Παρὰ τὸ πτῶ πίπτω· καὶ εὐλόγως, ἐπειδὴ οἱ ἀνα διπλασιασμοὶ ἀπὸ βραχείας θέλουσιν ἄρχεσθαι· καὶ πάλιν τὰ εἰς πτω λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγονται, πλὴν τοῦ φιλαλείπτω, καὶ ἀνερείπτω, ἐξ οὗ τὸ ἀνηρείψαντο. 9Πηλείων, Πηλείωνοσ9: Τὰ διὰ τοῦ ειων διὰ τῆς ει δι φθόγγου γράφονται, μὴ ὄντα συγκριτικὰ φυλάττουσι τὸ ω κατὰ τὴν γενικήν· οἷον, Ἀτρείων, Ἀτρείωνος· Ἀργείων, Ἀργείωνος Καδμείων, Καδμείωνος. 9Πῖλοσ9: ι· λέγουσι δὲ ἀρσενικόν· σημαίνει δὲ τὸν πίλιον, διὰ τοῦ ι· τῷ λόγῳ τῶν διὰ τοῦ ιλος· καὶ ἄλλως, παρὰ τὸ πιέζω πίεω γέγονεν πίελος, καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ἓν μακρὸν πῖλος· ὥσπερ ἱερεὺς, ἱρεύς· ἱερὸς, ἱρός. 9Πιλῶ9: ∆ιὰ τοῦ ι· ὥσπερ γὰρ παρὰ τὸ φίλος γέγονεν φιλῶ, ο οὕτως καὶ παρὰ τὸ πῖλος, πιλῶ, καὶ πιλήσω ὁ μέλλων· ἐν τῇ συνηθείᾳ φασὶν πηλώσω. 9Πίφιξ9: Ἔστιν δὲ εἶδος ὀρνέου, διὰ τοῦ ι γράφεται καὶ κατὰ τὴν ἀρχὴν καὶ κατὰ τὴν παραλήγουσαν· ἡ μὲν πρώτη παρὰ τὸ 250 πίω γέγονεν· χαίρει γὰρ τὸ ὄρνεον τούτοις τοῖς ὕδασιν· ἡ δὲ λήγουσα, ἐπειδὴ τὰ εἰς ξ λήγοντα τὴν ει δίφθογγον ἀποστρέ φονται· ἔτι δὲ καὶ τῷ κανόνι τῶν ἀμφιβαλλομένων. 9Ποικῖλαι9: ∆ιὰ τοῦ ι ἐπειδὴ ὁ μέλλων ποικιλῶ· ἔστιν γὰρ παρὰ τὸ ποικίλλω. 9Πνίγω9: ι, ἐπειδὴ ὁ παρακείμενος πέπνιγά ἐστιν, καὶ οὐ πέπνοιγα.