Σαρακηνοὶ λεγόμενοι διὰ τῆς Αἰγυ πτίας Ἄγαρ, ὡς εἴρηται, ἐκ δὲ Ἰσαὰκ Ἡσαῦ ὁ καὶ Ἐδὼμ καὶ οἸακὼβ ἀνεβλάστησαν διὰ τῆς Ῥεβέκκας. καὶ ἐκ μὲν τοῦ ἩσαῦἘδὼμ ἐτέχθη υἱὸς ὁμώνυμος τῷ πατρὶ καὶ Ἀμαλήκ, ἐξ ὧν Ἰδουμαῖοι καὶ Ἀμαληκῖται, ἐκ δὲ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ 108 Ἰούδας, ἀφ' οὗ Ἰουδαῖοι πάντες καὶ οἱ ἐκ τῶν λοιπῶν γενόμενοι προσηγορεύθησαν· καὶ Ἰσραηλῖται μὲν ἐκ τοῦ πατρὸς Ἰακώβ τε καὶ Ἰσραήλ, Ἰουδαῖοι δὲ ἐκ τοῦ ἐπισημοτέρουἀδελφοῦ αὐτῶν Ἰούδα φερωνύμως κέκληνται. ὁ δέ γε θεῖος Ἁβραὰμ ἐγέννησε πάλιν υἱοὺς ἐκ τῆς ἐσχάτης αὐτοῦ γυναι κὸς Χεττούρας πέντε, ἀφ' ὧν ἐστι Μαδιάμ, ἐξ οὗ Μαδια νῖται, καὶ Ἄφαρ, ἐξ οὗ Ἀφρική, ἐν ᾗ παρῴκησεν, ἡ χώρα προσωνομάσθη παρωνύμως, ὥσπερ Αὐσίτης ὁ τόπος ἐκ τοῦ Ἡσαῦ, ἐν ᾧ ἀνεβλάστησεν ὁ μακάριος καὶ πολύτλας καὶ διαβόητος Ἰώβ. Ὃν ἐγκωμιάζων ὁ θεῖος Χρυσόστομος λέγει· ἄνθρωπός τις ἦν, φησίν, ἐν χώρᾳ τῇ Αὐσίτιδι. κηρύττει αὐτὸν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς χώρας, ἵνα, ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον θαυμάζεις ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύ σατο, οὕτω μαθὼν καὶ τὴν χώραν, ἐξ ἧς ὁ τοιοῦτος καρπὸς ἤνθησεν, ἐκπλαγῇς ἀληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. ἦν γὰρ τῆς Αὐσίτιδος χώρας τοῦ Ἡσαῦ, ἐξ οὗπερ Αὐσῖτις ὠνόμασται, τοῦ βεβήλου καὶ πόρ νου, ὅπως θαυμάσῃς ἐκ ποίας πατρίδος καὶ ῥίζης κακῆς ἐβλάστησε καρπὸς ὡραιότατος. ἀπόγονος γάρ ἐστι τοῦ δια βαλλομένου, καθὼς ἡ γραφὴ πέμπτον αὐτὸν ἀπὸ τοῦ Ἁβραὰμ 109 λέγει. Ἁβραὰμ γάρ, φησίν, ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ τὸνἩσαῦ, Ἡσαῦ τὸν Ῥαγουὴλ καὶ τὸν Ζαρά, Ζαρὰ τὸν Ἰώβεἶχεν οὖν τὴν διαδοχὴν ἀπὸ τοῦ Ἁβραὰμ εἰς αὐτὸν κατερχο μένην διὰ τοῦ Ἡσαῦ δεικνύων τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς, ὅτι ὁ μὲν πόρνος ἦν καὶ βέβηλος, ὁ δὲ σώφρων καὶ σεμνὸς λέγων οὕτως· εἰ δὲ καὶ ἐπηκολούθησεν ὁ ὀφ θαλμός μου γυναικὶ ἀλλοτρίᾳ, καί· διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου. οὐ μὴν δὲ ἀλλὰ καὶ ὑπὲρ τῶν ἰδίων τέκνων θυσίας προσήγαγε καθ' ἡμέραν φάσκων· μήποτε κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. εἰκότως οὖν ἔφη· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, θεοσεβής, καὶ τὰ ἑξῆς. οἱ μὲν γὰρ ἔξω φιλόσοφοι τὸν ὅρον τοῦ ἀνθρώπου δηλοῦντές φασιν· ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν. ἡ δὲ θεία γραφὴ οὐχ οὕτως, ἀλλ'· ἄνθρωπός ἐστιν ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὡς ὅ γε τούτοις μὴ μεμαρτυρημένος οὐδὲ ἄνθρωπος ἀλλὰ κτῆ νος. ἐὰν γὰρ ἔχει τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζει δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούσεται παρὰ τοῦ προ φήτου λέγοντος· ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρε συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Ὥσπερ τοίνυν ἐπὶ τῆς κοινῆς συνηθείας, ἐπειδάν τις 110 τὸν ἑαυτοῦ υἱὸν ἢ οἰκέτην ἀποστέλλῃ ἐπί τινα πρᾶξιν, πα ρακελεύεται λέγων· ὡς ἄνθρωπος ἅψαι τῆς πράξεως, καὶ τὸ κοινὸν ὄνομα ἴδιον ποιεῖται θαῦμα, οὕτως, εἰ καὶ πάντες ἄνθρωποι λέγονται, μόνος ἀληθῶς ἐκεῖνός ἐστιν ἄνθρωπος ὁ τὴν εἰκόνα σώζων καὶ τὸ πρωτότυπον κάλλος μὴ ἀφανί ζων. εἶπεν οὖν αὐτὸν ἄνθρωπον, ἵνα ἀπὸ τῆς φύσεως τὴν πρόθεσιν ἐπαινέσῃς, εἶπε δὲ αὐτὸν ἀπὸ τῆς Αὐσίτιδος χώρας, ὅπως ἐκ τῆς κομώσης γῆς τὴν ἀσέβειαν τὸν καρπὸν ἀνυ μνήσῃς. ὃν ὁ ἀρχέκακος ὁρῶν καὶ φθόνῳ βαλλόμενος αἰτεῖ ται παρὰ τοῦ θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμόν, ἵνα σὺ θάρσος λάβῃς καὶ μάθῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ θεοσεβοῦς καὶ ὄντως χριστιανοῦ καὶ φοβουμένου τὸν θεόν, ἐὰν μὴ ἐπιτροπὴ ἄνωθεν γένηται ἢ διὰ παιδείαν ἢ διὰ συγχώρησιν. ὅταν γὰρ ἐπάγῃ ὁ θεὸς παιδευτήρια, ἢ δίκας ἀπαιτεῖ τῶν ἁμαρτημάτων, ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων. οὐ γὰρ ἠδυνήθη πολεμῆσαι τῷ Ἰώβ, ἕως ἐπετράπη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ κατὰ χοίρων ἐξουσίαν ἔχει, καθὼς ἐν τοῖς εὐαγγελίοις ἤκουσας. οἱ μὲν οὖν θεῖοι ἄγγελοι διακονοῦσι ταῖς τῶν ἀγαθῶν ἀν θρώπων σωτηρίαις (πάντες, γάρ φησιν, λειτουργικὰ πνεύ ματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν), οἱ δὲ πονηροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις. ἐξαπέστειλε, γάρ φησιν, εἰς αὐ τοὺς ὀργὴν θυμοῦ αὐτοῦ,