ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
42.1 Ὁ δὲ τῶν ἀσεβῶν ἐξάρχων τὸν αὐτὸν δὴ χρόνον ἀπελθὼν κατὰ τοῦ Σφεντιάρη ἀπῆρε τὸ ἐκείνου περιβόητον κάστρον Σινώπην ὀνομα ζόμενον, ὃ δὴ κἀγὼ ἐθεασάμην, ἀλλὰ δὴ καὶ τὸν ἄλλον αὐτοῦ ἅπαντα τόπον. 42.2 Ἔτι δὲ καὶ παρέμπροσθεν ἀπελθόντος αὐτοῦ ἀπῆρε καὶ τὴν Κε ρασοῦντα καὶ τὴν Τραπεζοῦντα καὶ ἅπασαν τὴν περίχωρον αὐτῶν δὴ τῶν βασιλέων Τραπεζοῦντος καί, πάντας σχεδὸν τῶν ἐκεῖσε ἀτύχων αὐ θεντῶν καὶ ἀρχόντων ἐκβαλών, εἰς τὴν Ἀνδριανούπολιν φέρων κατῴκι σεν, ἔνθα δὴ καὶ ὁ τοῦ Μορέως αὐθέντης· ὧ δὴ καὶ δέδωκεν ἔχειν εἰς ζωάρκειαν αὐτοῦ καὶ τῶν αὐτοῦ τὴν μεγάλην Αἶνον, τὴν Λῆμνον, τὴν Ἴμβρον καὶ τὴν Σαμοθρᾴκην, τὸν δὲ Τραπεζοῦντος βασιλέα τὸν Κομνη νὸν κὺρ ∆αβὶδ χωρία περὶ τὸ Μαῦρον Ὄρος. Ὃν δὴ καὶ μετά τινος χρόνου μικροῦ παραδρομήν, εὑρὼν τάχα εἰς αὐτὸν ἀφορμὴν μικρὰν καὶ οὐκ ἀληθῆ, πάντα τὰ αὐτοῦ ἔλαβε κἀκεῖνον πνιγμῷ ἐτελείωσε. 42.3 Τὸ δὲ ἔαρ τοῦ αὐτοῦ ο-οῦ ἔτους διέβη ὁ ἀμηρᾶς εἰς τὴν Μεγά λην Βλαχίαν καὶ ἐδιόρθωσε τὰ κατ' αὐτοῦ ἐκεῖσε ἐνεργούμενα. 42.4 Καὶ ἐπιστρέψας ἐποίησεν ἁρμάτωμα καὶ πέμψας κατὰ τῆς Λέσβου ἀπῆρεν αὐτήν. 42.5 Τὸν δὲ Νοέμβριον τοῦ οα-ου ἔτους ἐπιδραμόντος τοῦ υἱοῦ τοῦ Τουραχάνη, Ἀμάρη, ἀπῆρε πάντας τοὺς περὶ τὸν Ναύπακτον καὶ τὴν αὐ-τοῦ περιοχὴν τὸν Γαλατᾶν, οὕτω Βενετίκους, ὡς τάχα καὶ Χαρατζαρίους τοῦ τῆς Μικρᾶς Βλαχίας Φλαμπούλου αὐτοῦ. 42.6 Ὅπερ μαθὼν ὁ τῶν Βενετικῶν κατέργων καπετάνος καὶ πρὸς βοήθειαν δραμών, εἰς τὴν ἀντίπερα πόλιν τοῦ ἀμηρᾶ Βοστίτζαν περάσας ἔκαυσε καὶ αἰχμαλώτευσε πᾶσαν ἄνευ μόνον τοῦ κουλᾶ· καὶ φέρων τοὺς Βοστιτζιάνους ἐν τῷ Ναυπάκτῳ μὲ τοὺς αὑτοῦ ἐναλλαγὴν ἐποιήσατο, καὶ δὴ προμελετωμένης οὔσης μάχης τοῦ γενέσθαι μετὰ τοῦ ἀμηρᾶ παρὰ τῆς αὐθεντίας τῶν Βενετιῶν, διὰ τὸ πᾶσι τρόποις χρήσασθαι τυχεῖν τῆς ἀρ χῆς καὶ ἐξουσίας τοῦ Μορέως. 42.7 Τοῦτο δὴ τὸ ἔργον ἀπεκάλυψεν αὐτὴν καὶ ἀρχὴ κατέστη· καὶ ἐλ θόντος τοῦ τζενεράλη καπετάνου Ἀλωΐζου Λορδᾶ ἐκείνου μετὰ πολλῆς ὅτι παρασκευῆς καὶ δυνάμεως, ἐπίασε τὸ Ἑξαμίλιον καὶ ἔκτισεν αὐτό, κακῶς δὲ ἀπὸ τῆς συντομίας. Οὐ γὰρ ἐν συντόμῳ τὰ ἀσφαλές, ὡς ὁ λό γος, ἀλλ' ὡς ἐπεὶ ἐπολέμησε τὴν Κόρινθον καὶ οὐκ ἔτυχε τοῦ ἐλπιζομέ νου, ἀφεὶς καὶ τὸ Ἑξαμίλιον ἀπῆλθε. 42.8 Τὸ δὲ οβ-ον ἔτος ἀπῆραν τὴν Μονεμβασίαν οἱ Βενέτικοι οὐ το σοῦτον θελήσει καὶ χάριτι τῶν κυρίων αὐτῆς, ὅσον ἀφελείᾳ τοῦ κρατοῦν τος αὐτὴν ἄρχοντος, ὥσπερ δὴ ὁμοίως ἀφελείᾳ καὶ ἀποτυχίᾳ καὶ τοῦ κε φαλατικεύοντος τὸ τῆς Λήμνου κάστρον, τὸ λεγόμενον Παλαιόκαστρον ἐκλάπη καὶ μᾶλλον ὁ τοιοῦτος κουλᾶς αὐτοῦ καὶ παρὰ ἐξωτερικοῦ τυ χόντος καὶ ἐδόθη πρὸς τὴν αὐθεντίαν τῶν Βενετιῶν· καὶ ἐξ αὐτοῦ δηλο νότι τοῦ κάστρου καὶ ἅπαν τὸ νησὶν ἐκληρώσαντο. 42.9 Ἀλλὰ καὶ εἰς τὴν Λέσβον ἀπελθόντος αὐτοῦ δὴ τοῦ καπετάνου καὶ πολεμήσαντος αὐτήν, οὐκ ἔπραξέ τι, ἀλλ' ἀπῆλθεν ἄπρακτος. 42.10 Τὸ δὲ ἔαρ τοῦ ογ-ου ἔτους ἀποστείλας ὁ δεσπότης κὺρ Θωμᾶς ἐμύνησεν, ἵνα οἱ υἱοὶ αὐτοῦ καὶ ἡ θυγάτηρ ἐκεῖσε ἀπέλθωσιν, ὁποῦ κἀ κεῖνος. Καὶ γενομένου καὶ ἀποσωθέντων μετὰ καραβίου εἰς τὸν Ἀγκῶ να καὶ μόνον ἀκούσαντος, ὅτι ἀπεσώθησαν, οὐ φθάνοντος δὲ ἰδεῖν αὐτά, ἀλλὰ Μαίῳ ιβ-ῃ ἐν Ῥώμη εὑρισκόμενος τέθνηκεν, ὑπάρχοντος χρονῶν νʹ καὶ μικρόν τι πρός. 42.11 Αὐτὰ δὲ ὀλίγον καιρὸν διαβιβάσαντα εἰς τὸν Ἀγκῶνα, πέμψας ὁ πάπας ἐπιμελείᾳ καὶ σπουδῇ καὶ βοηθείᾳ τοῦ αἰδεσιμωτάτου καρδιναλίου τοῦ πατριάρχου Κωνσταντινουπόλεως Βησσαρίωνος, ἀπῆλθον εἰς τὴν Ῥώμην καὶ εἰς αὐτὴν ἐκείνην τὴν οἰκονομίαν πρὸς τὸ ζῆν, ἣν καὶ ὁ πα τὴρ αὐτῶν εἶχε· καὶ τὸν πρῶτον υἱὸν τὸν κὺρ Ἀνδρέαν τὸν Παλαιολό γον δεσπότην ὁ πάπας τετίμηκεν. 42.12 Τῷ δὲ οδ-ῳ ἔτει Ὀκτωβρίου ιε-ῃ καὶ πνευματικὸς πατὴρ ἡμῶν καὶ ἀδελφὸς καὶ φίλος ἄριστος ὁ ∆ωρόθεος ἀπῆλθεν