1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

36

περὶ πολλοῦ τὸν ἀληθῆ λόγον τιμώμενος καὶ τὸ ἀκριβὲς ἀν ιχνεῦσαι διὰ σπουδῆς προὐθέμην· ἔνθεν ὁρμηθεὶς ἐν μὲν τῇ πρὸ ταύτης συντάξει ὕλας ἐκπορίζων ἐμαυτῷ χρόνων ἀναγραφὰς συνελεξάμην παν τοίας, βασιλείας τε Χαλδαίων, Ἀσσυρίων, Μήδων, Περσῶν, Λυδῶν, Ἑβραίων, Αἰγυπτίων, Ἀθηναίων, Ἀργείων, Σικυωνίων, Λακεδαιμονίων, Κορινθίων, Θετταλῶν, Μακεδόνων, Λατίνων, οἷς ὕστερον γέγονεν ἐπίκλην ὄνομα Ῥωμαῖοι· ὁμοῦ γίνονται ιεʹ. 74 Ἐν δὲ τῷ παρόντι ἐπὶ τὸ αὐτὸ τοὺς χρόνους συναγαγὼν καὶ ἀντιπαραθεὶς ἐκ παραλλήλου τὸν παρ' ἑκάστῳ ἔθνει τῶν ἐτῶν ἀριθμὸν χρονικοῦ κανό νος σύνταξιν ἐποιησάμην, εὑρών τε παρ' Ἑβραίοις διαφόρους τῶν χρόνων ἀποδόσεις, τὴν μὲν πλεονάζουσαν, τὴν δὲ ἐλλείπουσαν, οὐ τὴν ἐμαυτῷ κεχρησμένην, λέγω δὲ τὴν πλήθουσαν, ἥρπασα, τὴν δὲ ἐνδέουσαν μετῆλθον· πλὴν ἀλλὰ καὶ οὕτω κατὰ μὲν Ἴναχον, ὃν πρῶτον Ἕλληνες Ἄργους βασιλεῦσαί φασι, τῶν Ἑβραίων προπάτορα Ἰσραὴλ γενόμενον εὗρον, ἐξ οὗ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἠξιώθη, κατὰ δὲ τὴν Σεμίραμιν τὸν Ἀβραάμ, Χαλδαῖον μὲν τὸ γένος, ἄλλως δὲ ἄνδρα θεοφιλῆ καὶ πρῶτον τῶν παρ' Ἑβραίοις προφητῶν εἶναι πεπιστευ μένον, Μωυσέα δέ, φιλαλήθως εἰπεῖν, τούτων μὲν νεώτερον, τῶν δὲ παρ' Ἕλλησιν ἀρχαιολογουμένων ἁπάντων πρεσβύτατον, Ὁμήρου λέγω καὶ Ἡσιόδου, καὶ αὐτῶν γε τῶν Τρωικῶν, καὶ ἔτι ∆ιοσκούρων, Ἀσκληπιοῦ, ∆ιονύσου, ἡρώων τε πάντων, Ἑρμοῦ τε καὶ Ἀπόλλωνος, τῶν τε λοιπῶνπαρ' Ἕλλησι θεῶν, μυστηρίων τε καὶ τελετῶν, ∆ιός τε αὐτοῦ πράξεων τῶν παρ' Ἕλλησι μνημονευομένων· τούτων γὰρ ἁπάντων τὴν ἱστορίαν νεωτέραν τῆς Κέκροπος ἡλικίας παῖδες Ἑλλήνων παραδιδόασι. Μωυσέα δὲ ἡ παροῦσα συνεξέτασις τῶν χρόνων γενέσθαι κατὰ Κέκροπα τὸν διφυῆ, ὃν πρῶτόν φασι τῆς Ἀττικῆς βασιλεῦσαι, συνίστησι πρὸ τῶν Ἰλιακῶν ἀμφὶ τὰ τνʹ ἔτη. Ὅτι μὲν οὖν αὐτὸς ἑαυτῷ τὴν ἀτοπίαν τοῦ λόγου μεμαρτύρηκεν Εὐσέ βιος ἀρκεῖ πρὸς κατανόησιν τοῖς γε ποσῶς μετεσχηκόσι παιδεύσεως ἄλλης τε καὶ τῆς ἐν ἱστορίαις παλαιαῖς ὁμολογουμένης. ἓν γὰρ αὐτῷ πρὸς ἀνα τροπὴν τῶν συγγεγραμμένων ἤρκει τοῦτο καὶ μόνον, τὸ ταῖς τοσαύταις τηλικούτων δόξαις ἀνδρῶν φιλοσόφων ἀντιπεσεῖν, ἀμάρτυρόν τε τὴν παρ' ἑαυτοῦ παρεισαγαγεῖν. ταῦτα γὰρ ταῖς τῶν πολλῶν, μᾶλλον δὲ τῶν πάν των δόξαις ἀντεισαγόμενα, μόλις ἂν καὶ μετὰ πολλῆς προσδεχθεῖεν τῆς ἀποδείξεως παρὰ τοῖς εὖ εἰδόσι ταῦτα κρίνειν. ὅτι δὲ καὶ ἐξ ἑτέρων τριῶν ὑποθέσεων ἑαυτόν τε καὶ τὴν ἀλήθειαν ὦπται παραλογισάμενος ἐντεῦθεν φανερόν. εἰπὼν γὰρ διαφόρους χρόνων ἀποδόσεις παρ' Ἑβραίοις εὑρηκέναι, τὴν μὲν πλήθουσαν, τὴν δὲ ἐλλείπουσαν, ταύτῃ τε κατακολουθῆσαι, πρῶ τον μὲν διαψεύδεται· τῇ γὰρ πλεοναζούσῃ τῶν δύο, τῆς τε κατὰ τὸ 75 Ἑβραϊκὸν τῆς τε παρὰ Σαμαρείταις, ἐκδόσει τῶν οʹ κέχρηται, ὥς φησιν ἐν τῷ πρώτῳ λόγῳ. Ἄλλως τε, εἰ καὶ ἀληθεύοι χρησάμενος τῇ ἐλλειπούσῃ, πόρρω φιλαλή θους σκοποῦ πέπραχε. τῆς τε γὰρ περὶ τὸ θεωρητικὸν ἀρετῆς μεσότης ἐστὶν ἀλήθεια, τὰς ἐλλείψεις καὶ προσθέσεις ὡς κακίας καὶ ψευδεῖς δια φεύγουσα, τῆς τ' αὖ περὶ τὸ πρακτικὸν ἀρεταὶ μὲν αἱ μεσότητες, κακίαι δὲ πρὸς ὑφαιρέσεις μεμαρτύρηνται. οὐκ ἄρα λοιπὸν εὖ πεποίηκεν ἐξακο λουθήσας ἐλλειπούσῃ γραφῇ περὶ τοὺς χρόνους. ἴσον γάρ, εἰ καὶ ἐκ δια μέτρου τὸ κακόν, τῇ τε προσθήκῃ παρέπεται καὶ τῇ ἐλλείψει τὸ ψεῦδος. διαμαρτάνει δὲ τοῦ ἀληθοῦς κἀν τῷ λέγειν Μωυσέα κατὰ Κέκροπα τὸν διφυῆ πρεσβύτερον πάντων τῶν παρ' Ἕλλησι θεῶν καὶ μυστηρίων, ∆ιός τε αὐτοῦ πράξεων, ἃς νεωτέρας τῆς Κέκροπος ἡλικίας παρ' Ἕλλησι πέ φυκε δόξα· τὸν ∆ία πρώτῃ γυναικῶν μιγῆναι Νιόβῃ τῇ Ἰνάχου· Ἴναχος δὲ κατὰ τὴν Εὐσεβίου σύνθεσιν ἔτεσι τριακοσίοις προτερεύει Κέκροπος· οὕτω δὲ σχεδὸν καὶ κατὰ τὸν Ἀφρικανόν. Ἀλλὰ καὶ αὐτὸς οὗτος Εὐσέβιος περὶ ∆ιὸς καὶ Νιόβης, Φορωνέως τε καὶ Ἰνάχου, κατὰ τὸ νʹ ἔτος τοῦ Ἰακὼβ ταῦτα παρέθετο ἐν τῷ κανόνι αὐτοῦ. Φορωνεὺς οὗτος Ἰνάχου καὶ Νιόβης