36
οἰόμενος ἐς τὰ μάλιστα, αὐτῇ συνεῖπον· καὶ πλείω δ' ἕτερα τούτων ἔχων, παρίημι εἰπεῖν ἑκών. εἰ μὲν γὰρ οἷοί τέ ἐστε τὴν βουλὴν μεταβαλεῖν, ἀρκέσει καὶ ταῦτα· εἰ δ' οὐχ οἷοί τε, εἰκῆ κἀκεῖνα λέγοιτο ἄν.» Τοιαῦτα μὲν καὶ βασιλεὺς ὁ νέος καὶ δομέστικος ὁ μέγας μετ' αὐτὸν διειλέχθησαν πρὸς τὴν στρατιὰν, οὐχ οὕτω καὶ λυσιτελεῖν φρονοῦντες. ᾔδεσαν γὰρ ἀκριβῶς ἔκ τε τῶν αὐτομόλων καὶ ἐκ τῶν ἐκ Βυζαντίου πρὸς αὐτοὺς κρύφα διαλεγομένων, ὡς ἅμα τῷ φανῆναι αὐτοὺς εἰσδέξονται Βυζάντιοι διάραντες τὰς πύλας, ἅμα μὲν ἐκπεπληγμένοι τὸν νέον βασιλέα, ὡς ἐν ὀλίγῳ καὶ τῆς ἄνω Θρᾴκης καὶ τῆς παραλίου μέχρι καὶ αὐτοῦ Βυζαντίου κύριον γεγενημένον, καὶ πολλὴν ἐπαγόμενον στρατιάν· ἅμα δὲ καὶ εὐνοϊκῶς διακείμενοι πρὸς αὐτόν. δεδοικότες δὲ μὴ ὁ πρεσβύτερος βασιλεὺς εἰς κίνδυνον καταστῇ ἁλούσης τῆς Κωνσταντίνου, ἐπλάττοντο τὴν πρὸς ἑσπέραν ἐκστρατείαν λυσιτελεστέραν οἴεσθαι. φανερῶς γὰρ εἰπεῖν τὴν αἰτίαν, δι' ἣν οὐ βούλοιντο ἄρτι ἐπιστρατεύειν αὐτῷ, οὐκ ἀσφαλὲς εἶναι ἐδόκει διὰ 1.106 τὸ τὴν στρατιὰν ἔτι πρὸς βασιλέα τὸν νέον ἀβέβαιον εἶναι, καὶ διαλυθησομένην, εἴ τι πύθοιντο τοιοῦτον. πρὸς ταῦτα οἵ τε λογάδες καὶ σύμπασα στρατιὰ «εὖ μὲν εἰρῆσθαι πάντα καὶ στρατηγικῆς ἐμπειρίας ἀξίως, οὐδ' αὐτοὶ ἀρνηθείημεν ἂν» εἶπον «ὦ βασιλεῦ· ἥ τε γὰρ ἑσπέρα πολλὴ καὶ πόλεις ἔχουσα πολλὰς καὶ περιφανεῖς, καὶ στρατιὰν ἅμα στρατηγοῖς βελτίστοις οὐκ εὐκαταφρόνητον, καὶ ῥᾳδίως προσχωρήσει, καθάπερ ἔφητε καὶ αὐτοί. ἐκεῖνο μέντοι θαυμάζειν ἡμῖν ἐπῆλθε τοῦ μεγάλου δομεστίκου, ὅπως τὸ μὲν τὴν ἑσπέραν ὑφ' ἑαυτοὺς ποιήσασθαι τῶν πάνυ ῥᾳδίων ἀπέφηνεν εἶναι, τὸ δ' εἰσελθεῖν δύσκολον ἐλθόντας εἰς τὴν Κωνσταντίνου. ἐκείνου γὰρ ὄντος ῥᾳδίου, ᾗ δὴ καὶ αὐτὸς ἔφη, τοῦτο πολλῷ τῷ μέτρῳ τῇ ῥᾳστώνῃ διαφέρειν αὐτοὶ οἰόμεθα. ἐπεὶ δ' ἁπάσαις ταῖς ψήφοις τὸ πρὸς τὴν ἑσπέραν ἐκστρατεύειν παρὰ σοὶ, βασιλεῦ, κεκρατηκὸς ὁρῶμεν, συστρατεύσουσι μὲν καὶ ἡμῶν, ἐπίταγμα σὸν ἐκπληροῦντες, ὅσοι δὴ καὶ βουλήσονται· πλὴν οὐ μετὰ τῆς ἴσης προθυμίας, ἠναγκασμένως δέ. ἂν δ' ὥσπερ ἀξιοῦμεν αὐτοὶ, τὴν ἐς Βυζάντιον ἴωμεν, πάντες τε ἅμα ἑψόμεθα καὶ προθυμίᾳ σὺν πολλῆ. διὸ δή σου δεόμεθα, πρὸς τὴν ἀξίωσιν ἡμῶν ὑπεῖξαι, δικαίαν τε οὖσαν καὶ ἐς τὰ παρόντα λυσιτελεστάτην.» Τοιαῦτα μὲν καὶ οἱ τῆς στρατιᾶς ἡγεμόνες εἶπον. ὁρῶν δὲ ὁ βασιλεὺς τὴν ἐπὶ τὸ Βυζάντιον αὐτοῖς ὁρμὴν οὐκ ἀμβλυνομένην, βιάζεσθαί τε οὐκ ἔχων, τῆς εὐνοίας ἅμα καὶ τῆς εὐπειθείας ἐπαινέσας αὐτοὺς, ὅτι καὶ ἃ μὴ βούλοιντο διὰ τὴν εἰς αὐτὸν εὐπείθειαν συνέ 1.107 θεντο δρᾷν, τὴν εἰς τὴν Κωνσταντινούπολιν ἐφῆκε πορείαν. οἱ δὲ ἄσμενοι δεξάμενοι τὸν λόγον, καὶ μονονουχὶ Βυζαντίου δόξαντες κεκρατηκέναι, παρεσκευάζοντο πρὸς τὴν πορείαν. ἐπεὶ δὲ οὐκ ἠδυνήθησαν τὴν πρὸς Θεσσαλονίκην ἑλέσθαι πεῖσαι τὴν στρατιὰν, συνεώρων τε ἤδη τῷ πρεσβυτέρῳ βασιλεῖ ἐς κίνδυνον τὰ πράγματα χωρήσοντα, ἅμα τῷ μεγάλῳ δομεστίκῳ ὁ βασιλεὺς ἐβουλεύσαντο τῷ πρεσβυτέρῳ βασιλεῖ διὰ γραμμάτων κρύφα τὴν ἔφοδον αὐτῶν δηλῶσαι. ὅπερ εἰ κατάδηλον συνηνέχθη γενέσθαι τῇ στρατιᾷ, τάραχον ἂν ἐποίησεν οὐκ ὀλίγον, ὡς ὑπὸ τῶν σφετέρων ἀρχόντων καταπροδιδομένοις. γράφει δὴ βασιλεὺς ὁ νέος, τοῦ μεγάλου δομεστίκου τὰ γράμματα ἐγχαράττοντος, τῷ πάππῳ τοιαῦτα· «ὦ θειότατε βασιλεῦ, ὥσπερ πολλάκις, καὶ νῦν θεὸν ἐπιμαρτύρομαι τοῖς λεγομένοις, ὡς οὔτ' αὐτόθι παρὼν ἐμαυτῷ τι σύνοιδα πρὸς σὴν ἔχθραν ἐξειργασμένῳ, οὔτ' ἐπὶ τούτοις ἀπέστην ὡς τρόπῳ παντὶ κακώσων τὰ σά· ἀλλ' ἵνα μόνον τὸν ἐπηρτημένον ἐμοὶ κίνδυνον δυνηθῶ διαφυγεῖν. νυνὶ δὲ τοῦτο μὲν ἐμοὶ περίεστιν ἐν τῷ ἀσφαλεῖ ὄντι, σὲ δ' ἐκ τοῦ ἐναντίου παρὰ πᾶσαν ἐμὴν βούλησιν ὁ κίνδυνος περιέστηκεν. ἰδοὺ γὰρ, πάσῃ χρησάμενος μηχανῇ ὥστε τὴν στρατιὰν πρὸς τὴν ἑσπέραν τραπέσθαι πεῖσαι, ἀδυνάτως ἔσχον. ἀνάγκη δὴ πᾶσα ὑμῖν ἐπελθεῖν. ἐγὼ μὲν οὖν σχολαίτερον βαδιοῦμαι νοσεῖν πλαττόμενος· εἰσβαλὼν δὲ πειράσομαι τὴν ταχίστην ἀναχωρεῖν. σοὶ δ' ἐν τοσούτῳ φρου 1.108 ρᾷ τε ἐξέσται ἀσφαλίσασθαι τὰ βασίλεια, καὶ ταῖς τοῦ