36
ὑφαινόντων, καὶ ἡ λόγχη τοῦ δόρατος σίκλων ἑξακοσίων, ουτος ἐν μέσῳ στὰς ἀνε1.90 βόησε πρὸς τοὺς υἱοὺς ̓Ισραήλ "καταβήτω τις ἐξ ὑμῶν 1.90 καὶ ἀντικαταστήτω μοι· καὶ ἐὰν πατάξῃ με, δουλεύσομεν ὑμῖν, ἐὰν δὲ ἐγὼ καταβαλῶ αὐτόν, εσεσθε ἡμῖν εἰς δούλους." καὶ τοῦτο ἐποίει ἐπὶ τεσσαράκοντα ἡμέρας. τοῦ δὲ Σαοὺλ τὸν ∆αβὶδ πρὸς ̓Ιεσσαὶ ἀναπέμψαντος, ὁ πατὴρ αὐτὸν εἰς τὸ στρατόπεδον εσταλκε τοῖς στρατευομένοις τῶν ἀδελφῶν κομιοῦντα τὰ ἐπιτήδεια· τρεῖς γὰρ ησάν οἱ πρεσβύτεροι τῷ Σαοὺλ συνεπόμενοι. ἐλθόντος δὲ τοῦ ∆αβὶδ πρὸς τοὺς ἀδελφούς, ὁ ἀλλόφυλος Γολιὰθ πάλιν, ὡς εθος αὐτῷ, εἰς μονομαχίαν προὐκαλεῖτο καὶ τοὺς ̔Εβραίους ὠνείδιζεν οτι μηδεὶς αὐτῷ συμμίξαι θαρρεῖ. ἀκούσας δὲ τῶν λόγων τούτων ὁ ∆αβὶδ ἠγανάκτησε καὶ ειπε πρὸς τοὺς παρόντας "ἐγὼ μονομαχήσω αὐτῷ." ἀνηγγέλη τοῦτο τῷ βασιλεῖ, ὁ δὲ παραστάντι αὐτῷ τῷ ∆αβίδ "οὐ δυνήσῃ" εφη "διὰ μάχης χωρῆσαι πρὸς τοῦτον τὸν ἀπερίτμητον· παῖς γὰρ σὺ ετι." καὶ ὁ ∆αβὶδ θαρρεῖν ελεγεν ἐπὶ τῷ θεῷ, ος αὐτὸν κατὰ τῆς αρκτου ἐνίσχυσε καὶ κατὰ τοῦ λέοντος, ἐπερχομένων τῇ ποίμνῃ καὶ θρέμματα ἁρπαζόντων, ους διῶξαι ειπε καὶ τὰ μὲν ἡρπαγμένα ἐπανασώσασθαι, πατάξαι δὲ τοὺς θῆρας καὶ ἀνελεῖν. ἐπὶ τούτῳ εφη θαρρεῖν ὡς καὶ τὸν ἀλλόφυλον πατάξαι δώσει αὐτῷ καὶ ἐξελεῖν ονειδος ἐξ υἱῶν ̓Ισραήλ. ὁ μὲν ουν ειπε ταῦτα, ὁ δὲ βασιλεὺς ἐπέτρεψέν οἱ πορεύεσθαι, καὶ περιέθετο τὰ οἰκεῖα οπλα αὐτῷ. καὶ ησαν αχθος αὐτῷ, καὶ ἀπεδύσατο ταῦτα, αρας δὲ τὴν βακτηρίαν καὶ πέντε λίθους ἐν τῷ καδίῳ ἐνθέμενος καὶ τὴν σφενδόνην φέρων ἐν τῇ χειρί, πρὸς τὸν ἀλλόφυλον ωρμησεν. ὁ δὲ κατεγέλα αὐτοῦ καὶ ἐπυνθάνετο εἰ πρὸς κύνα τῇ βακτηρίᾳ καὶ τοῖς λίθοις πορεύεται. καὶ ὁ ∆αβὶδ καὶ χείρω κυνὸς ἡγεῖσθαι αὐτὸν ἀπεκρί1.91 νατο. ἐκεῖνος δὲ ὀργισθείς, καὶ μεγαλαυχήσας δώσειν τὰς σάρκας αὐτοῦ τοῖς πετεινοῖς τε καὶ τοῖς θηρσίν, ωρμησεν ἐπ' αὐτόν. ταχύνας δὲ ὁ ∆αβὶδ καὶ λίθον τῇ σφενδόνῃ ἐνθέμενος ἐπὶ μέτωπον ἐπάταξε τὸν πολέμιον. καὶ ην ἡ πληγὴ κραταιά, καὶ επεσεν ἐπὶ πρόσωπον ὁ ἀλλόφυλος. δραμὼν δὲ ∆αβὶδ καὶ τὴν ἐκείνου ῥομφαίαν σπασάμενος ἀποτέμνει τὴν κεφαλὴν Γολιὰθ καὶ σκυλεύει τὰ οπλα αὐτοῦ. τοῦτο τοῖς ἀλλοφύλοις δειλίαν ἐνέβαλε, καὶ εκλιναν εἰς φυγήν. Σαοὺλ δὲ τὸ οἰκεῖον αὐτοῖς ἐπάγει στράτευμα φεύγουσι· καὶ κτείνεται τῶν Παλαιστηνῶν πλῆθος πολὺ καὶ πλείονες τραυματίζονται καὶ τὸ στρατόπεδον αὐτῶν διαρπάζεται. τὴν κεφαλὴν δὲ Γολιὰθ προσάγει ∆αβὶδ τῷ Σαούλ, τὴν δὲ ῥομφαίαν τῷ θεῷ ἀνατίθησιν. ̓Επανιούσης δὲ τῆς στρατιᾶς αἱ γυναῖκες συνήντων αὐτοῖς καὶ χορεύουσαι χιλιάδας ὀλέσαι τὸν Σαοὺλ ῃδον, αἱ δὲ παρθένοι μυριάδας τὸν ∆αβὶδ ἀφανίσαι· ἀντῇδον. τοῦτο πρὸς φθόνον ἠρέθισε τὸν Σαούλ, φήσαντα "καὶ τί αὐτῷ ὑστερεῖ πλὴν ἡ βασιλεία;" καὶ ὑπεβλέπετο τὸν ∆αβίδ. ἐπιπεσόντος δὲ τῷ Σαοὺλ πνεύματος πονηροῦ, καὶ τοῦ ∆αβὶδ κατεπᾴδοντος ὡς εθος αὐτῷ, τὸ δόρυ εβαλε κατ' αὐτοῦ ὁ Σαούλ· καὶ δὶς τοῦτο ἐποίησε. καὶ ὁ ∆αβὶδ ἐξέκλινε· κύριος γὰρ ην μετ' αὐτοῦ. δεδιὼς δὲ αὐτὸν ὁ βασιλεὺς χιλίαρχον ἐποιήσατο, ιν' εἰς τοὺς πολεμίους ἀπιὼν κινδυνεύσῃ. ὁ δὲ τῷ θεῷ συμμαχούμενος εὐωδοῦτο, καὶ ὁ λαὸς ἠγάπα αὐτόν, καὶ ἡ τοῦ βασιλέως θυγάτηρ Μελχὸλ ηρα ∆αβίδ. προσηγγέλθη ουν ὁ ερως τῷ βασιλεῖ, καὶ ος εἰς λαβὴν ἐπιβουλῆς ἐχρᾶτο τῷ ερωτι. 1.92 εφη γὰρ δώσειν αὐτῷ τὸ θυγάτριον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ, οἰηθεὶς πεσεῖσθαι αὐτὸν τοῖς ἀλλοφύλοις μαχόμενον. τοῦτο μαθὼν ὁ ∆αβὶδ ἐπορεύθη μετὰ τῶν ὑπ' αὐτόν, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις καὶ ηνεγκεν ἀκροβυστίας τῷ Σαοὺλ ἑκατόν. ὁ δὲ ̓Ιώσηπος οὐχ ἑκατὸν ἀκροβυστίας κομίσαι τὸν ∆αβίδ, ἀλλὰ ἑξακοσίας κεφαλὰς ἀλλοφύλων. καὶ ζεύγνυσιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα Μελχόλ. ὁρῶν δὲ τὸν ∆αβὶδ καὶ τῷ θεῷ συμμαχούμενον καὶ τῷ πλήθει φιλούμενον, ετι μᾶλλον ἐδεδίει, καὶ ἐπεβούλευεν αὐτῷ, καὶ κτανεῖν ἐπεχείρει. τῷ ουν υἱῷ ̓Ιωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν τὴν ἀναίρεσιν αὐτοῦ ἐπιτάττει. ̓Ιωνάθαν δὲ φιλῶν τὸν ∆αβὶδ δηλοῖ αὐτῷ τὸ ἐπίταγμα, καὶ φυλάττεσθαι παραινεῖ, καὶ ἐπαγγέλλεται διαλεχθήσεσθαι περὶ αὐτοῦ